De Placitis Hippocratis et Platonis (On the Doctrines of Hippocrates and Plato)
Kühn 1823
τε καὶ ἀπιστότατον ὁ Πέλοψ ἔπαθεν. ἐν μιᾷ πραγματείᾳ
τῶν τε φλεβῶν ἀρχὴν κατεσκεύασε τὸν ἐγκέφαλον, ἀνατομήν
τε γράφων αὐτῶν ἀφ’ ἥπατος ἤρξατο, κατὰ μὲν τὸ δεύτερον
σύγγραμμα τῶν Ἱπποκρατείων εἰσαγωγῶν εὖ μάλα γενναίως
ἀγωνισάμενος ὑπὲρ τοῦ δεῖξαι τὸν ἐγκέφαλον οὐ
νεύρων μόνον, ἀλλὰ καὶ φλεβῶν καὶ ἀρτηριῶν ἀρχὴν, ἐν
δὲ τῷ τρίτῳ τῆς ἀνατομῆς τῶν φλεβῶν ἀφ’ ἥπατος ἀρξάμενος,
ὥσπερ καὶ οἱ ἄλλοι σχεδὸν ἅπαντες ἀνατομικοὶ
εἶναι γράφουσι, πρὸς γὰρ τὴν διδασκαλίαν ἐπίτηδες
τουτὶ τὸ σπλάγχνον ἀρχὴν γενέσθαι τῷ λόγῳ. θαυμάζω δ’
αὐτῶν, εἰ χωρὶς αἰτίας φυσικῆς ἐπιτήδειον εἶναι νομίζουσι
πρὸς τὴν διδασκαλίαν αὐτό. ἐγὼ μὲν γὰρ οἶδα καὶ τοῦθ’
ἕν τι τῶν ὡμολογημένων ἅπασιν, ὡς οὐδὲν τῶν γεγονότων
τε καὶ γινομένων ἀναίτιόν ἐστιν. εἰ μὲν οὖν ἀπορεῖν
ὁμολογοῦσιν ὑπὲρ ἁπάντων τῶν ἀδήλων ὁμοίως τοῖς ἐμπειρικοῖς,
οὐδ’ ἂν ἐμοὶ πρὸς αὐτοὺς εἴη τις λόγος, οὔτε γὰρ
ἀρχὴν αὐτῶν ζητήσουσιν, οὔθ’ ὅμως ἀνατεμοῦσιν. εἰ δὲ
λόγον ἔχειν φασὶν, ἐξ οὗ τὰ διαφεύγοντα τὴν αἴσθησιν
Work
Title: De Placitis Hippocratis et Platonis
English: On the Doctrines of Hippocrates and Plato
Original: Περὶ τῶν Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων
Domains: Medicine, Philosophy, Natural philosophy, Psychology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1823
Series: Claudii Galeni Opera Omnia
Volume: 5
Pages: 181-805
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_046.xml [1.2 Mb]