De Placitis Hippocratis et Platonis (On the Doctrines of Hippocrates and Plato)
Kühn 1823
βλάπτεται τὸ μόριον, εἰς ὃ τὸ νεῦρον ἀφικνεῖται, καθάπερ οὐδ’ εἰ τὸν ἐγκέφαλον αὐτὸν ἀφέλοιο τὰς ἔξωθεν μήνιγγας. οὐδὲν γὰρ οὐδ’ ἐπὶ ταύταις βλάπτεται τὸ ζῶον ἔν γε τῷ παραυτίκα χρόνῳ. ὕστερον δ’ εἰ κατὰ συμπάθειαν ἕπεται κίνδυνος, οὐδὲν τοῦτο ἐστὶ πρὸς τὸ ζητούμενον.
Πότερον οὖν, ὥσπερ ἐπὶ τῶν κοιλιῶν τοῦ ἐγκεφάλου κενωθέντος τοῦ πνεύματος ὅλον τὸ ζῶον ἀναίσθητον ἐγίνετο, καὶ διὰ τοῦτ’ ἔφαμεν αὐτὸ χρήσιμον ὑπάρχειν εἰς τὰς τῶν μορίων αἰσθήσεις τε καὶ κινήσεις, οὕτως ἡγητέον ἐστὶ, καὶ καθ’ ἕκαστον νεῦρον εἶναί τι πνεῦμα, καὶ πότερον ἐγχώριόν τέ τι καὶ σύμφυτον αὐτοῖς εἶναι τοῦτο τὸ πληττόμενον ὑπὸ τοῦ παρὰ τῆς ἀρχῆς ἥκοντος ὥσπερ ἀγγέλου τινὸς, ἢ σύμφυτον μέν ἐστιν αὐτοῖς οὐδὲν, ἐπιῤῥεῖ δ’ ἐξ ἐγκεφάλου κατ’ ἐκεῖνον τὸν καιρὸν, ἐν ᾧ κινῆσαι προαιρούμεθα τὸ μέρος, ἐγὼ μὲν οὐκ ἔχω προχείρως ἀποφῄνασθαι, προκείσθω δ’ ἐν κοινῷ σκοπεῖσθαι καὶ ταῦτα μὲν ἄμφω τὰ νῦν εἰρημένα, καὶ πρὸς τοῖσδε τρίτον ἡ κατὰ ποιότητα τῶν συνεχῶν ἀλλοίωσις, ὅπερ
Work
Title: De Placitis Hippocratis et Platonis
English: On the Doctrines of Hippocrates and Plato
Original: Περὶ τῶν Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων
Domains: Medicine, Philosophy, Natural philosophy, Psychology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1823
Series: Claudii Galeni Opera Omnia
Volume: 5
Pages: 181-805
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_046.xml [1.2 Mb]