Digital Corpus for Graeco-Arabic Studies

Galen: De Placitis Hippocratis et Platonis (On the Doctrines of Hippocrates and Plato)

Kühn 1823

ἔμφυσιν, ἐν ταῖς τῶν μεγάλων ζώων ἀνατομαῖς ἔστι θεάσασθαι. τὸ μὲν οὖν κάτωθεν καὶ πρὸς τοῖς ὀφθαλμοῖς οἱ πλεῖστοι τῶν ἀνατομικῶν ἐγνώκασιν, ἡ δ’ ἄνωθεν ἀρχὴ τῶνδε τῶν νεύρων σχεδὸν ἅπασιν αὐτοῖς ἠγνόηται κατὰ τὴν εἰς τὸ πλάγιον ἐπιστροφὴν οὖσαν τῶν προσθίων κοιλιῶν, ἑκατέρας γε αὐτῶν στενὴν καὶ προμήκη τὴν κάτω τελευτὴν ἐχούσης, ἔνθα τῶν τῆς ῥινὸς πόρων ἐστὶν ἡ ῥίζα. τὸ δὲ ἄνω πέρας, ὃ πρὸς τὴν μέσην ἀνήκει κοιλίαν εὐρυνόμενον, ἐπιστροφή τις ἐντεῦθεν εἰς τὸ πλάγιον γίγνεται ῥέπουσα βραχὺ πρός τε τὸ κάτω καὶ τὴν βάσιν. οὐ μὴν ἐξικνοῦνταί γ’ ἐπ’ ἐκείνην, ἀλλὰ κατ’ ὀλίγον στενωθεῖσαι παύονται κέρατος δίκην, οὐκ ἀκριβῶς εὐθέως, ἀλλ’ ἀτρέμα πως ἀποστρεφομένου. πρὸς τοῦτο οὖν τὸ πέρας τῶν κοιλιῶν ἀνήκει τῶν ὀπτικῶν νεύρων ἡ ἀρχὴ, τρῆμα δυσθεώρητον ἔχουσα. θεάσῃ δὲ αὐτὸ τριῶν τούτων στοχασάμενος, ἑνὸς μὲν τοῦ μέγα τὸ ζῶον εἶναι, δευτέρου δὲ τοῦ παραχρῆμα μετὰ τὸν θάνατον ἀνατέμνεσθαι, καὶ τρίτου τοῦ τὸν πέριξ ἀέρα φωτεινὸν εἶναι. ἐὰν γὰρ ἐπὶ τούτοις οὕτω παρεσκευασμένοις

Work

Title: Galen: De Placitis Hippocratis et Platonis
English: On the Doctrines of Hippocrates and Plato
Original: Περὶ τῶν Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων

Domains: Medicine, Philosophy, Natural philosophy, Psychology

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1823

Series: Claudii Galeni Opera Omnia

Volume: 5

Pages: 181-805

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_046.xml [1.2 Mb]