Digital Corpus for Graeco-Arabic Studies

Galen: De Placitis Hippocratis et Platonis (On the Doctrines of Hippocrates and Plato)

Kühn 1823

γυμνώσῃς, ἐπιτηδείως τὸ πέρας τῆς κοιλίας ἀφελὼν, ἅπαντα τὰ κατ’ αὐτῆς ἐπικείμενα σώματα χωρὶς τοῦ διασπάσαι τε καὶ θλάσαι τὴν ἔκφυσιν τοῦ νεύρου, θεάσῃ τὸ κατὰ τὴν ἀρχὴν αὐτοῦ τρῆμα. ὅτι μὲν οὖν φέρεταί τι πνεῦμα διὰ τῶν πόρων τούτων ἐπὶ τοὺς ὀφθαλμοὺς, ἥ τε κατασκευή σε διδάσκει καὶ προσέτι τὸ κλεισθέντος μὲν αὐτῶν ἑνὸς εὐρύνεσθαι θατέρου τὴν κόρην, ἀνοιχθέντος δὲ παραχρῆμα πάλιν εἰς τὸ κατὰ φύσιν ἐπανέρχεσθαι μέγεθος. ὅτι τε γὰρ ὑπό τινος οὐσίας διατεινομένου τοῦ ῥαγοειδοῦς χιτῶνος ἐν τῷ πληροῦσθαι τὴν ἔνδον αὐτοῦ χώραν ἀναγκαῖόν ἐστιν εὐρύνεσθαι τῷ κατὰ τὴν κόρην τρήματι καὶ ἄλλως ἀμήχανον, ὅτι τε τὸ τάχος τῆς κενώσεώς τε καὶ πληρώσεως οὐχ ὑγροῦ τινος ἐπιῤῥέοντος, ἀλλὰ μόνης ἐστὶ πνευματικῆς ἔργον οὐσίας, οὐ χαλεπὸν συνιδεῖν. ἐπεὶ δ’ ἐς ταὐτὸ ἀμφότεροι οἱ πόροι παραγίγνονται, (καὶ γὰρ καὶ τοῦτ’ ἐναργῶς φαίνεται διὰ τῆς ἀνατομῆς,) εἰκός ἐστι, τὴν κοινὴν χώραν ἐξ ἀμφοτέρων τῶν πόρων τὸ πνεῦμα δεχομένην ἐν τῷ μῦσαι τὸν ἕτερον ὀφθαλμὸν ἐπιπέμπειν τῷ λοιπῷ σύμπαν αὐτό.

Work

Title: Galen: De Placitis Hippocratis et Platonis
English: On the Doctrines of Hippocrates and Plato
Original: Περὶ τῶν Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων

Domains: Medicine, Philosophy, Natural philosophy, Psychology

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1823

Series: Claudii Galeni Opera Omnia

Volume: 5

Pages: 181-805

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_046.xml [1.2 Mb]