De Placitis Hippocratis et Platonis (On the Doctrines of Hippocrates and Plato)
Kühn 1823
δὲ, φησὶν, ὅταν τι τούτων ἔλαττον ἢ πλέον ᾖ, ἢ χωρισθῇ
ἐν τῷ σώματι καὶ μὴ κεκρημένον ᾖ τοῖσι πᾶσιν, ὅπερ ὁ
Πλάτων παραφράζων ἔφη, καὶ τῆς χώρας μετάστασιν ἐξ
οἰκείας ἐπ’ ἀλλοτρίαν γιγνομένην. ἀλλ’ οὗτος μὲν, ὡς ἔφην,
ἁμαρτάνει, προσθεὶς, πυρός τε καὶ τῶν ἑτέρων, ἐπειδὴ καὶ
γένη πλέονα ἑνὸς ὄντα τυγχάνει. ταῦτα γὰρ οὐκ ἔστι τὰ
μεθιστάμενα καὶ χώραν ἀμείβοντα κατὰ τὰ τῶν ζώων σώματα,
φλέγμα δὲ καὶ χολαὶ, καὶ αὐτὸ τὸ αἷμα. καὶ γὰρ
καὶ τοῦτο πολλάκις εἰς ἀλλοτρίαν ἀφικόμενον ἕδραν αἴτιον
ὀλεθρίων νοσημάτων γίγνεται. ἄχρι μὲν οὖν τοῦ
πλέον ἢ ἔλασσον ἕκαστον τῶν συντιθέντων ἡμᾶς γιγνόμενον,
αἱ νόσοι καθίστανται, κοινὸς ὁ λόγος ἐστὶν ἐπί τε
τῶν χυμῶν καὶ τῶν στοιχείων. ἐπὶ δὲ τοῦ καθ’ ἑαυτό
που στάντος ἔν τινι τόπῳ τοῦ σώματος οὐκ ἔθ’ ὁμοίως
ἐπ’ ἀμφοῖν ὁ λόγος ἀληθής. οἱ μὲν γὰρ χυμοὶ σαφῶς
ὁρῶνται, καθ’ ὅπερ ἂν ἐν τῷ σώματι μόριον στῶσι, νόσους
ἐργαζόμενοι· τὰ ἐρυσιπέλατα καὶ τοὺς ἕρπητας ἡ ξανθὴ
χολή· τοὺς καρκίνους δὲ ἡ μέλαινα· τὰ δ’ οἰδήματα τὸ
Work
Title: De Placitis Hippocratis et Platonis
English: On the Doctrines of Hippocrates and Plato
Original: Περὶ τῶν Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων
Domains: Medicine, Philosophy, Natural philosophy, Psychology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1823
Series: Claudii Galeni Opera Omnia
Volume: 5
Pages: 181-805
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_046.xml [1.2 Mb]