De Placitis Hippocratis et Platonis (On the Doctrines of Hippocrates and Plato)
Kühn 1823
καθῆκον καὶ κατ’ ἀξίαν εἶναι παρόντων αὐτῶν ἢ
παραγινομένων, καὶ μηδένα λόγον προσίεσθαι περὶ τοῦ ἄλλως
δεῖν ὑπ’ αὐτῶν κινεῖσθαι, τοὺς ἀνυπέρβλητα νομίζοντας
εἶναι τὰ περὶ αὑτοὺς τοῦτ’ ἔδει πάσχειν, ὅπερ οὐχ ὁρᾶται
γινόμενον. ὁμοίως δὲ καὶ εἰς τοὺς προκόπτοντας ἢ μεγάλας
βλάβας ὑπὸ τῆς κακίας ὑπολαμβάνοντας παρεῖναι,
ἔδει δὲ καὶ ὑποφέρεσθαι φόβοις, καὶ λύπαις περιπίπτειν μὴ
μετρίαις, ὅπερ οὐδ’ αὐτὸ συμβαίνει. τούτοις δ’ ἐφεξῆς ὁ
Ποσειδώνιος καὶ τάδε γράφει· εἴτε πρὸς τῷ μεγέθει τῶν
φαινομένων καὶ τὴν ἀσθένειαν τῆς ψυχῆς αἰτιάσοιντο, καὶ
διὰ τοῦτο τοὺς μὲν σοφοὺς τὸ παράπαν ἐροῦσιν ἀπηλλάχθαι
τῶν παθῶν, τοὺς δὲ φαύλους, ὅτε ἀσθενεῖς ὦσι
μὴ κατὰ τὴν κοινὴν ἀσθένειαν, ἀλλὰ κατὰ τὴν ἐπὶ πλεῖον
ἐῤῥυκυῖαν, οὐδ’ οὕτως λέλυται τὸ ζητούμενον. ὅτι γὰρ διὰ
τὴν νόσον τῆς ψυχῆς ἐν τοῖς πάθεσι γίνονται, πάντες ὁμολογοῦσι·
πῶς μέντοι γε κινηθείσης, καὶ πῶς κινούσης, ζητεῖται
μὲν, οὐχ ὑποδείκνυται δέ. εἶτ’ ἐφεξῆς καὶ τάδε γράφει·
οὐ μόνον δ’ οἱ ἐπὶ πλέον ἐῤῥυκυῖαν ἔχοντες τὴν κακίαν
Work
Title: De Placitis Hippocratis et Platonis
English: On the Doctrines of Hippocrates and Plato
Original: Περὶ τῶν Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων
Domains: Medicine, Philosophy, Natural philosophy, Psychology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1823
Series: Claudii Galeni Opera Omnia
Volume: 5
Pages: 181-805
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_046.xml [1.2 Mb]