De Placitis Hippocratis et Platonis (On the Doctrines of Hippocrates and Plato)
Kühn 1823
φυσιογνώμονα φαινόμενα. καὶ γὰρ τῶν ζώων καὶ τῶν ἀνθρώπων,
ὅσα μὲν εὐρύστερνά τε καὶ θερμότερα, θυμικώτερα
πάνθ’ ὑπάρχειν φύσει, ὅσα δὲ πλατυΐσχιά τε καὶ ψυχρότερα,
δειλότερα. καὶ κατὰ τὰς χώρας οὐ σμικρῷ τινι διενηνοχέναι
τοῖς ἤθεσι τοὺς ἀνθρώπους εἰς δειλίαν καὶ τόλμαν, ἢ τὸ
φιλήδονόν τε καὶ φιλόπονον, ὡς τῶν παθητικῶν κινήσεων
τῆς ψυχῆς ἑπομένων ἀεὶ τῇ διαθέσει τοῦ σώματος, ἣν ἐκ
τῆς κατὰ τὸ περιέχον κράσεως οὐ κατ’ ὀλίγον ἀλλοιοῦσθαι.
καὶ γὰρ δὴ καὶ τὸ αἷμα διαφέρειν ἐν τοῖς ζώοις φησὶ θερμότητι,
καὶ ψυχρότητι, καὶ πάχει, καὶ λεπτότητι, καὶ
ἄλλαις φησὶ διαφοραῖς οὐκ ὀλίγαις, ὑπὲρ ὧν Ἀριστοτέλης
ἐπὶ πλεῖστον διῆλθεν. ἡμεῖς δὲ κατὰ τινα οἰκεῖον καιρὸν
ἐπὶ προήκοντι τῷ λόγῳ μνημονεύσομεν αὐτῶν, ἡνίκα ἂν καὶ
αὐτὰς τὰς Ἱπποκράτους τε καὶ Πλάτωνος ῥήσεις περὶ
τούτων παραγράφωμεν. ἐν δὲ τῷ παρόντι πρὸς τοὺς
περὶ τὸν Χρύσιππον ὁ λόγος ἐνέστηκέ μοι, μήτ’ ἄλλο
γιγνώσκοντας τῶν κατὰ τὰ πάθη, μήθ’ ὡς αἱ τοῦ σώματος
κράσεις οἰκείας ἑαυταῖς ἐργάζονται τὰς παθητικὰς κινήσεις·
Work
Title: De Placitis Hippocratis et Platonis
English: On the Doctrines of Hippocrates and Plato
Original: Περὶ τῶν Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων
Domains: Medicine, Philosophy, Natural philosophy, Psychology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1823
Series: Claudii Galeni Opera Omnia
Volume: 5
Pages: 181-805
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_046.xml [1.2 Mb]