De Placitis Hippocratis et Platonis (On the Doctrines of Hippocrates and Plato)
Kühn 1823
ἐκκοπέντος τοῦ τῆς κεφαλῆς ὀστοῦ, ζῶντος ἔτι τοῦ ζώου,
καὶ γυμνῆς τῆς παχείας μήνιγγος γενομένης, ἐὰν ἑκατέρωθεν
τῆς μέσης εὐθείας, καθ’ ἣν ἐγκαταβαίνει τῷ ἐγκεφάλῳ διπλουμένη,
δι’ ἀγκίστρων ἀνατείνας αὐτὴν, ἢ τέμῃς μόνην,
ἢ ἐκτέμῃς ὅλην, οὔτ’ ἀναίσθητον, οὔτ’ ἀκίνητον γίγνεται τὸ
ζῶον, ὥσπερ οὐδ’ εἰ τὸ σκέπον αὐτῆς μέρος ὅλον τὸν
ὄπισθεν ἐγκέφαλον ἢ τέμνεις μόνον, ἢ ἐκτέμνεις. οὐ μὴν
οὐδ’ εἰ τὸν ἐγκέφαλον αὐτὸν ὁπωσοῦν ἐκτέμνοις, οὐδ’ οὕτως
τὸ ζῶον ἀκίνητον ἢ ἀναίσθητον γίγνεται, πρὶν ἐπί τινα
τῶν κοιλιῶν αὐτοῦ τὴν τομὴν ἐξικέσθαι. μάλιστα μὲν οὖν
ἡ ὀπίσω βλάπτει τὸ ζῶον, ἐφεξῆς δὲ ἡ μέση. τῶν προσθίων
δὲ ἑκατέρα βραχυτέραν ἐργάζεται τὴν βλάβην, καὶ
μᾶλλον μὲν ἐπὶ τῶν πρεσβυτέρων ζώων, ἧττον δ’ ἐπὶ τῶν
νέων. τὰ δ’ αὐτὰ ταῖς εἰς τὰς κοιλίας τομαῖς αἱ κατ’ αὐτῶν
ἐργάζονται θλίψεις, ἃς οὐδ’ ἐπιτηδευόντων, ἀλλὰ καὶ πάνυ
φυλαττομένων ὁρῶμεν ἐνίοτε γιγνομένας ἐπὶ τῶν ἀνατιτρωμένων
ἀνθρώπων, ὅταν τὰ τῆς κεφαλῆς ὀστᾶ καταγῶσιν.
ἐκ τούτων οὖν τῶν φαινομένων ἴσως ἄν τις ὑπονοήσειε, τὸ
Work
Title: De Placitis Hippocratis et Platonis
English: On the Doctrines of Hippocrates and Plato
Original: Περὶ τῶν Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων
Domains: Medicine, Philosophy, Natural philosophy, Psychology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1823
Series: Claudii Galeni Opera Omnia
Volume: 5
Pages: 181-805
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_046.xml [1.2 Mb]