De Placitis Hippocratis et Platonis (On the Doctrines of Hippocrates and Plato)
Kühn 1823
τῶνδε πειθώ. πάντα δὴ ταῦτ’ ἔχοντι, προσλαβόντι καιροὺς
τοῦ πότε λεκτέον καὶ ἐπισχετέον, βραχυλογίας τε αὖ
καὶ ἐλεινολογίας καὶ δεινώσεως ἑκάστων τε ὅσα ἂν εἴδη
λόγων μάθῃ, τούτων τὴν εὐκαιρίαν τε καὶ ἀκαιρίαν διαγνόντι,
καλῶς τε καὶ τελέως ἐστὶν ἡ τέχνη ἀπειργασμένη,
πρότερον δ’ οὔ. ἀλλ’ ὅ τι ἂν αὐτῶν τις ἐλλίπῃ λέγων, ἢ
διδάσκων, ἢ γράφων, φησὶ δὲ τέχνην λέγειν, ὁ μὴ πειθόμενος
κρατεῖ. ταῦτα οὖν αὐτῷ λέλεκται περὶ τῆς ῥητορικῆς,
ἐνταῦθα διδάσκοντι, πῶς ἄν τις αὐτὴν ἄριστα συστήσαιτο
μεθόδῳ χρώμενος, οὐ καθάπερ οἱ πολλοὶ δι’ ἐμπειρίας τε
καὶ τριβῆς. ἔτι τε πρὸς τούτοις κατωτέρω μετὰ τὸ διελθεῖν ἐν
τῷ μεταξὺ χρήσιμα πολλὰ συγκεφαλαιούμενος αὐτὰ κατὰ λέξιν
οὕτως ἔφη. ὥστ’, εἰ μὲν ἄλλο τι περὶ τέχνης λόγων λέγοις,
ἀκούοιμεν ἂν, εἰ δὲ μὴ, οἷς νῦν δὴ διήλθομεν πεισόμεθα,
ὡς, ἐὰν μή τις τῶν τ’ ἀκουσομένων τὰς φύσεις διαριθμήσηται,
καὶ κατ’ εἴδη τε διαιρῆται τὰ ὄντα, καὶ μιᾷ ἰδέᾳ ἀδύνατος
ᾖ καθ’ ἓν ἕκαστον περιλαμβάνειν, οὔπω ἔσται τεχνικὸς
Work
Title: De Placitis Hippocratis et Platonis
English: On the Doctrines of Hippocrates and Plato
Original: Περὶ τῶν Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων
Domains: Medicine, Philosophy, Natural philosophy, Psychology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1823
Series: Claudii Galeni Opera Omnia
Volume: 5
Pages: 181-805
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_046.xml [1.2 Mb]