De Placitis Hippocratis et Platonis (On the Doctrines of Hippocrates and Plato)
Kühn 1823
τις ἡ περιοδευομένη φαντασία παρὰ τοῖς μετ’ αὐτὸν Ἀκαδημαϊκοῖς
ὠνομάσθη. καὶ θαυμαστὸν οὐδὲν ἓν τῆς πολλῆς
τῆς περὶ τὸ προκείμενον πρᾶγμα σκέψεως ἀκριβεστέραν
αὐτοῦ γίγνεσθαι τὴν γνῶσιν, ὅπου γε καὶ τῶν ταῖς αἰσθήσεσι
διαγιγνωσκομένων ἡ γνῶσις ἀκριβεστέρα τοῖς συνεχῶς
αὐτὰ θεωμένοις γίγνεται, καθάπερ ἐπὶ πολλῶν διδύμων
φαίνεται, δοκούντων τοῖς μὲν ἀήθεσιν ἀπαραλλάκτων εἶναι,
τοῖς δὲ συνήθεσι καὶ πάνυ ῥᾳδίως διακρινομένων. ὥσπερ
δὲ ἐπὶ τῶν ἀξιωμάτων αἱ ὁμοιότητες πλάνας καὶ αἱ ἀνομοιότητες
παρέχουσι τοῖς ἀγυμνάστοις τε καὶ ἀσκέπτοις, οὕτω
καὶ περὶ τῶν ζητουμένων πραγμάτων ἀπάτη γίγνεται πολλάκις
οὐχ ἥκιστα καὶ διὰ τὰς ὁμωνυμίας διττὰς οὔσας,
ἑτέρας μὲν ἐκ τοῦ τῶν ὁμογλώττων ἔθους, ἑτέρας δ’ ἐξ αὐτοῦ
τοῦ τῶν διαλέκτων, ὥσπερ ἀμέλει καὶ περὶ τῶν κατὰ τὴν
ψυχὴν μερῶν ἡ ζήτησις γέγονεν, ἀποδεικνύντος μὲν τοῦ
Πλάτωνος, μὴ δύνασθαι τὸ ταὐτὸ τἀναντία ποιεῖν ἢ πάσχειν
κατὰ ταὐτόν τε καὶ πρὸς ταὐτόν. ἐν γὰρ τοῖς ἐπιφερομένοις
σαφῶς αὐτὸ τοῦτο διῆλθεν, ὀνομάζων ταὐτὸν
τὸ τῆς ψυχῆς εἶδός τε καὶ μέρος. ἔνιοι δὲ τὸ ταὐτὸν
Work
Title: De Placitis Hippocratis et Platonis
English: On the Doctrines of Hippocrates and Plato
Original: Περὶ τῶν Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων
Domains: Medicine, Philosophy, Natural philosophy, Psychology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1823
Series: Claudii Galeni Opera Omnia
Volume: 5
Pages: 181-805
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_046.xml [1.2 Mb]