De Placitis Hippocratis et Platonis (On the Doctrines of Hippocrates and Plato)
Kühn 1823
οὐχὶ διημαρτημένος φέρεται καὶ παριδών τι κατὰ τὸν λόγον,
ὅσα τ’ ἄλλα τοιαῦτα προσέγραψε συνίστασθαι τὸ πάθος,
ἀλλ’ ὅταν ἀπειθὴς ἡ ὁρμὴ γίγνηται τῷ λόγῳ, ὥστε κᾀνταῦθα
πάλιν ἐναντιολογίαν τινὰ εὑρίσκεσθαι τοῦ Χρυσίππου
πρὸς ἑαυτὸν, εἴπερ ἀποχωρίσας τὸ πάθος τῶν διημαρτημένων
κρίσεων αὖθις ἐν τῇ τῶν κρίσεων πρὸς ἀλλήλας
ἐναντιολογίᾳ τά τε νοσήματα τῆς ψυχῆς καὶ τὰ πάθη
συνίστασθαι λέγει. μὴ τοίνυν θαυμάζωμεν ἔτι μηδ’ ὅτι
τὰς θεραπείας τῶν παθῶν ὀρθῶς μὲν ὁ Πλάτων ἔγραψεν,
ὡς ὁ Ποσειδώνιος αὐτῷ μαρτυρεῖ, μοχθηρῶς δ’ ὁ Χρύσιππος.
ὁ γὰρ μήτε πάσας τὰς αἰτίας τῶν παθῶν ἀποφήνασθαι
τολμήσας, ἀλλ’ ἐν ταῖς κυριωτάταις ἀπορεῖν ὁμολογήσας,
ὡς ἐν τῷ πρὸ τούτου δέδεικται γράμματι,
μήτ’ ἐν αἷς ἐτόλμησεν εἰπεῖν τι καλῶς ἀποφηνάμενος, οὗτος
οὐκ ἂν, οἶμαι, δύναιτο τὴν θεραπείαν αὐτῶν ποιήσασθαι
κατὰ τρόπον. ἀλλ’, ὅπερ εἶπον ἤδη καὶ πρόσθεν, εἴ τις
ἐξελέγχοι τὰ τέσσαρα τοῦ Χρυσίππου βιβλία, πολὺ πλεόνων
αὐτῷ δεήσει συγγραμμάτων.
Work
Title: De Placitis Hippocratis et Platonis
English: On the Doctrines of Hippocrates and Plato
Original: Περὶ τῶν Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων
Domains: Medicine, Philosophy, Natural philosophy, Psychology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1823
Series: Claudii Galeni Opera Omnia
Volume: 5
Pages: 181-805
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_046.xml [1.2 Mb]