De Placitis Hippocratis et Platonis (On the Doctrines of Hippocrates and Plato)
Kühn 1823
ἡγοῦμαι μὴ πᾶσι τοῖς νεύροις ὑπάρχειν πόρους. ἴσως
οὖν ἐρεῖ τις, εἴπερ ὅλως ἓν νεῦρον οἷόν τ’ ἐστὶ διακομίζειν
τοῖς κάτω μέλεσι τὰς ἀπὸ τῆς ἀρχῆς δυνάμεις, ἀκοίλιον
ὑπάρχον, ἐγχωρήσειν καὶ πάντα. τί δήποτ’ οὖν ὅγε κατὰ τὴν
ἔκφυσιν τοῦ νωτιαίου πόρος αἰσθητός ἐστιν οὕτως, ὡς ἐν
τοῖς ὀπτικοῖς νεύροις; ἢ ὅτι τῷ μὲν συνεχεῖ ἡ μετάδοσις
ἀσθενὴς γίγνεται τῶν δυνάμεων, καὶ μάλισθ’ ὅταν ἤτοι
μεῖζον ἢ σκληρότερον ᾖ τὸ δεχόμενον ἢ σφοδροτέρας ἀλλοιώσεως
δεόμενον, εἰ δέ γε λεπτομεροῦς οὐσίας ἄχρι τινὸς
ἔμπτωσις γίγνοιτο μετὰ βίας τε καὶ πληγῆς, αὐξηθήσεται τὰ
τῆς ἀλλοιώσεως; ἐλέχθη γὰρ, ὅτι τοῦτο δὴ τὸ καλούμενον
ὑπὸ τῶν πολλῶν διάδοσις δυνάμεως ἀλλοιώσεώς ἐστι μετάδοσις,
οἵα καὶ κατὰ τὸν ἀέρα γίγνεται πρὸς τῆς ἡλιακῆς
αὐγῆς. οὕτως γοῦν εἰκός ἐστι καὶ τὸ παραγιγνόμενον
εἰς ὀφθαλμοὺς πνεῦμα κατὰ μὲν τὴν πρώτην ἔμπτωσιν
ἑνοῦσθαί τε τῷ περιέχοντι καὶ συναλλοιοῦν αὐτὸ πρὸς τὴν
ἰδιότητα τῆς ἑαυτοῦ φύσεως, οὐ μὴν ἐπὶ πλεῖστόν γ’
ἐκτείνεσθαι.
Work
Title: De Placitis Hippocratis et Platonis
English: On the Doctrines of Hippocrates and Plato
Original: Περὶ τῶν Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων
Domains: Medicine, Philosophy, Natural philosophy, Psychology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1823
Series: Claudii Galeni Opera Omnia
Volume: 5
Pages: 181-805
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_046.xml [1.2 Mb]