De Placitis Hippocratis et Platonis (On the Doctrines of Hippocrates and Plato)
Kühn 1823
ἐγύμνασεν ἡμᾶς εὑρετικούς τε καὶ διακριτικοὺς εἶναι, κατὰ
τί μὲν ὅμοια ταῖς φύσεσίν ἐστι, κατὰ τί δ’ ἀνόμοια τὰ
παραβαλλόμενα. γυναῖκες γὰρ ἀνδράσιν ὁμοῖαι μέν εἰσιν,
καθὸ καὶ αὐταὶ ὑπάρχουσι λογικὰ ζῶα, τουτέστιν ἐπιστήμης
δεκτικά· καθ’ ὅσον δὲ τὸ μὲν τῶν ἀνδρῶν γένος ἰσχυρότερον
ὑπάρχει καὶ εἰς ἅπαν ἔργον τε καὶ μάθημα βέλτιον,
αἱ γυναῖκες δ’ ἀσθενέστεραί τε καὶ χείρους, ἀνόμοιαί γε
κατὰ τοῦτ’ εἰσιν· ὥσπερ γε πάλιν ἐναντίως ἔχουσι, καθ’
ὅσον αὗται μὲν ὑπάρχουσι θήλειαι, καὶ διὰ τοῦτο πρὸς
κύησιν ἐπιτήδεια ταῖς μὲν γυναιξίν ἐστι μόρι’ ἄττα τοῦ
σώματος ὑπὸ τῆς φύσεως παρεσκευασμένα, τοῖς δ’ ἄῤῥεσιν
οὐκ ἔστιν. ὥστ’ ἀληθῶς ἄν τις φαίη, κατά τι μὲν ὁμοίως
διακεῖσθαι τὰς γυναῖκας τοῖς ἀνδράσι, κατά τι δ’ ἐναντίως.
ἐπειδὰν μὲν οὖν τις κατὰ τὴν ὁμοιότητα τὴν μετάβασιν
ἀπὸ θατέρου ποιῆται πρὸς τὸ ἕτερον, ἀληθεύσει,
ἐπειδὰν δὲ κατὰ τὴν ὁμοιότητα, ψεύσεται, καὶ πολὺ μᾶλλον
κατὰ τὴν ἐναντίωσιν. ὡς γὰρ ὁ Ἱπποκράτης ἐν τῷ κατ’
ἰητρεῖον ἔγραψε, κελεύων ἡμᾶς ἐξ ἀρχῆς ἢ ὅμοια ἢ ἀνόμοια
Work
Title: De Placitis Hippocratis et Platonis
English: On the Doctrines of Hippocrates and Plato
Original: Περὶ τῶν Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων
Domains: Medicine, Philosophy, Natural philosophy, Psychology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1823
Series: Claudii Galeni Opera Omnia
Volume: 5
Pages: 181-805
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_046.xml [1.2 Mb]