De Sanitate Tuenda (On the Preservation of Health)
Kühn 1823
καὶ τὸ κῶλον ἀκρατὲς καὶ σφαλερὸν ἐν ταῖς κινήσεσι.
καὶ καλεῖται μὲν ἡ τοιαύτη διάθεσις γῆρας, ἀνάλογον
δ’ ἐστὶ τῇ τῶν φυτῶν αὐάνσει. καὶ γὰρ αὖ κᾀκείνη
γῆράς ἐστι φυτοῦ, δι’ ὑπερβάλλουσαν ξηρότητα γινομένη.
μία μὲν οὖν ἥδε σύμφυτος ἀνάγκη φθορᾶς ἅπαντι
τῷ γεννητῷ σώματι, δευτέρα δὲ τοῖς ζώοις μάλιστα ὑπάρχουσα,
τῆς ὅλης αὐτῶν οὐσίας ἡ ῥύσις, ἐκ τῆς ἐμφύτου
θερμότητος ἀποτελουμένη. ταύτας μὲν οὖν τὰς βλάβας οὐδενὶ
γεννητῷ σώματι φυγεῖν ἐγχωρεῖ, τὰς δ’ ἄλλας βλάβας,
ὅσαι ταύταις ἕπονται, δυνατὸν φυλάξασθαι προμηθούμενον.
ἡ γένεσις δὲ κᾀκείνων ἐκ τοῦ τὰς ἀναγκαίας βλάβας ἐπανορθοῦσθαι
πειρᾶσθαι. ῥεούσης γοῦν τῆς οὐσίας συστάσεως
ἐπὶ πάντων τῶν ζώων, εἰ μή τις ἑτέρας ὁμοίας ἀντεισάγει
τῷ ἀποῤῥέοντι, διαφορηθήσεταί τε καὶ σκεδασθήσεται
σύμπαν οὕτως τὸ σῶμα. καὶ διὰ τοῦτο οἶμαι τὴν φύσιν
οὐ μόνον τοῖς ζώοις, ἀλλὰ καὶ φυτοῖς εὐθὺς ἐξ ἀρχῆς συμφύτους
δοῦναι δυνάμεις ἐφιεμένας τῶν ἀεὶ ἐλλειπόντων.
Work
Title: De Sanitate Tuenda
English: On the Preservation of Health
Original: Περὶ τῶν ὑγιεινῶν πραγματεία
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1823
Series: Claudii Galeni Opera Omnia
Volume: 6
Pages: 1-452
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_050.xml [0.9 Mb]