Digital Corpus for Graeco-Arabic Studies

Galen: De Sanitate Tuenda (On the Preservation of Health)

Kühn 1823

ὑγρὰ δὲ οὐχ ὁμοίως. ἀεὶ γὰρ ἀπὸ τῆς πρώτης γενέσεως ἅπαν ζῶον ὁσημέραι γίνεται ξηρότερον, οὐ μὴν θερμότερόν γε ἢ ψυχρότερον ὡσαύτως ἐπὶ πάσαις ἡλικίαις. ἀλλ’ ὅσα μὲν ἄριστα κατεσκεύασται σώματα, παραπλησία πως ἡ θερμότης ἐπὶ τούτων ἄχρι τῆς ἀκμῆς παραμένει· ὅσα δὲ ὑγρότερα καὶ ψυχρότερα τῶν ἀρίστων ἐστὶν, αὐξάνεται τούτων ἡ θερμότης. ἀλλ’ ὅ γε νῦν λόγος οὐχ ὑπὲρ ἐκείνων ἐστίν. ὁ δὲ ἄριστα κατεσκευασμένος ἐκεῖνος ἄχρι τῆς τεσσαρεσκαιδεκαέτιδος ἡλικίας ἐν τῇ προειρημένῃ διαίτῃ φυλαττέσθω, γυμναζόμενός τε μήτε πάνυ πολλὰ μήτε βίαια, μή πως αὐτοῦ τὴν αὔξησιν ἐπίσχωμεν, καὶ λουόμενος ἐν θερμοῖς μᾶλλον ἢ ψυχροῖς λουτροῖς, οὔπω γὰρ οὐδὲ τούτων ἀλύπως ἀνέχεσθαι δυνήσεται. πλαττέσθω δὲ καὶ τὴν ψυχὴν ἐν τῷδε τῆς ἡλικίας καὶ μάλιστα δι’ ἐθισμῶν καὶ σεμνῶν μαθημάτων, ὅσα μάλιστα ψυχὴν ἐργάζεσθαι κοσμίαν ἱκανά· πρὸς γὰρ τὰ μέλλοντα κατὰ τὴν ἑξῆς ἡλικίαν αὐτοῦ περὶ τὸ σῶμα πραχθήσεσθαι μέγιστον ἐφόδιόν ἐστιν ἡ εὐκοσμία τε καὶ εὐπείθεια. μετὰ δὲ τὴν

Work

Title: Galen: De Sanitate Tuenda
English: On the Preservation of Health
Original: Περὶ τῶν ὑγιεινῶν πραγματεία

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1823

Series: Claudii Galeni Opera Omnia

Volume: 6

Pages: 1-452

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_050.xml [0.9 Mb]