De Sanitate Tuenda (On the Preservation of Health)
Kühn 1823
τῆς παλαιᾶς ἑρμηνείας εἶδος οὕτως ἐστὶ βραχυλόγον, ὡς
πολλὰ πολλάκις ὑπερβαίνειν δοκεῖν τῇ λέξει τῶν ἐξ ἀνάγκης
ἑπομένων τοῖς λεγομένοις. καὶ διὰ τοῦτ’, οἶμαι, γράφομεν
αὐτῶν ὑπομνήματα, ποδηγοῦντα τοὺς δι’ ἀγυμνασίαν
ἀδυνάτους ἕπεσθαι τάχει λέξεως παλαιᾶς, καθάπερ κᾀν
τῷδε τῷ λόγῳ ποιοῦμεν. εἰ γὰρ ἡ μὲν σκληρὰ δύναται
δεῖν, ἡ δὲ μαλακὴ λύειν, ὅσα μὲν ἐκλύεται πέρα τοῦ μετρίου
σώματα, σκληρῶς ἀνατριπτέον, ὅσα δ’ ἔσφιγκται,
μαλακῶς. εἰ δέ τι συμμέτρως ἔχει, τοῦτ’ εὔδηλον ὡς
οὔτε μαλακῶς, οὔτε σκληρῶς, ἀλλ’ ὅσον οἷόν τε μάλιστα
τὰς ὑπερβολὰς ἑκατέρας φυλαττόμενον. ὁ δὲ θαυμάσιος
Θέων εὐθὺς τὸ πρῶτον ἔσφαλται, μήτε τὴν δύναμιν εἰπών
ποτε τῆς συμμέτρου κατὰ ποιότητα τρίψεως, μήτε χρείαν,
ἀλλ’ ἀεὶ παρερχόμενος αὐτὴν, ὥσπερ οὐκ οὖσαν. περὶ μὲν
δὴ τοῦδε καὶ μικρὸν ὕστερον ἐροῦμεν. ὥσπερ δ’ ἐν ταῖς
κατὰ ποιότητα διαφοραῖς οὐ σκληρὰ καὶ μαλακὴ μόνον
ἐστὶν, ἀλλὰ καὶ σύμμετρος, οὕτω κᾀν ταῖς κατὰ τὸ
ποσὸν οὐ πολλὴ καὶ ὀλίγη μόνον, ἀλλὰ καὶ μετρία.
Work
Title: De Sanitate Tuenda
English: On the Preservation of Health
Original: Περὶ τῶν ὑγιεινῶν πραγματεία
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1823
Series: Claudii Galeni Opera Omnia
Volume: 6
Pages: 1-452
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_050.xml [0.9 Mb]