De Sanitate Tuenda (On the Preservation of Health)
Kühn 1823
ἑτέρας μὲν ἐν τῷ τῶν τρίψεων, ἑτέρας δ’ ἐν τῷ τῶν διαθέσεων
γένει ὑπάρχειν· ἐν μὲν τῷ τῶν τρίψεων τήν τε μαλακὴν
καὶ τὴν σκληρὰν, καὶ τὴν πολλὴν καὶ τὴν ὀλίγην, ἐν δὲ
τῷ τῶν διαθέσεων τήν θ’ οἷον δέσιν τε καὶ λύσιν τῶν σωμάτων,
καὶ τὴν ἰσχνότητα καὶ σάρκωσιν. ἡ μὲν οὖν προτέρα
τῶν διαθέσεων ἐναντίωσις ὑπὸ τῆς προτέρας κατὰ
τὰς τρίψεις ἐναντιώσεως γίγνεται, ἡ δὲ δευτέρα οὐκέτι.
συμβαίνει γὰρ ἐπ’ αὐτῆς τὴν μὲν ἰσχνότητα πρὸς τῆς
πολλῆς γίγνεσθαι τρίψεως, τὴν δ’ ἀνάθρεψιν ὑπὸ τῆς μετρίας.
ἡ γὰρ ὀλίγη σαρκοῦν οὐδέπω δυνατὴ, διότι δεῖται
μὲν τὸ σαρκωθησόμενον αἵματος παραθέσεως συμμέτρου
καὶ δυνάμεως εὐρώστου. καὶ ταῦτα ἄμφω καλῶς αὐτῷ πρὸς
τῆς συμμέτρου γίνεται τρίψεως, οὐδέτερον δὲ ἱκανῶς οὐδ’
αὔταρκες ἐπὶ τῆς ὀλίγης. ἐπεὶ τοίνυν οὐ συνέβαινον ἐς
ταὐτὸν αἱ τῶν τρίψεων ἐναντιώσεις ταῖς τῶν διαθέσεων,
ἠνάγκαζε δ’ αὐτὸν ἡ τῆς βραχυλόγου διδασκαλίας ἰδέα δι’
ἐναντιώσεων ἀφορίσασθαι τὸν λόγον, ἐπὶ τὴν χρησιμωτέραν
ἐναντίωσιν ἀφικόμενος ὑπερεῖδε τῆς ἀχρηστοτέρας. χρησιμωτέρα
Work
Title: De Sanitate Tuenda
English: On the Preservation of Health
Original: Περὶ τῶν ὑγιεινῶν πραγματεία
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1823
Series: Claudii Galeni Opera Omnia
Volume: 6
Pages: 1-452
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_050.xml [0.9 Mb]