De Sanitate Tuenda (On the Preservation of Health)
Kühn 1823
τε καὶ ἧττον· οὐ μὴν οὐδὲ τοῖς σκέλεσιν ὡσαύτως θέουσιν,
οὐδὲ ἀντιλαμβάνονται ταῖς χερσὶν, οὐδὲ τοῖς ἄλλοις ἅπασιν
ὀργάνοις ὡσαύτως ἐνεργοῦσιν, ἀλλ’ ὁ μέν τις βέλτιον, ὁ
δὲ χεῖρον εἴπερ οὖν αἱ διαφοραὶ τῶν ἐνεργειῶν ταῖς τῶν
κράσεων διαφοραῖς ἀκολουθοῦσιν, ἀνάγκη τοσαύτας εἶναι
τὰς τῶν κράσεων διαφορὰς, ὅσαι πέρ εἰσι καὶ αἱ τῶν ἐνεργειῶν.
εἰ δὲ μὴ κράσεων ἐθέλει τις λέγειν, ἀλλὰ κατασκευῶν,
ἵν’ ἐπὶ πάσαις ταῖς αἱρέσεσιν ὁ λόγος ἐκτείνοιτο,
συμπεραίνοιτ’ ἂν ὡσαύτως. συμμετρία γὰρ δή τις ἡ ὑγίεια
κατὰ πάσας ἐστὶ τὰς αἱρέσεις, ἀλλὰ καθ’ ἡμᾶς μὲν ὑγροῦ
καὶ ξηροῦ, καὶ θερμοῦ καὶ ψυχροῦ, κατ’ ἄλλους δὲ ὄγκων
καὶ πόρων, κατ’ ἄλλους δὲ ἀτόμων, ἢ ἀνάρμων, ἢ ἀμερῶν,
ἢ ὁμοιομερῶν, ἢ ὅτου δὴ τῶν πρώτων στοιχείων,
ἀλλὰ κατὰ πάντας γε διὰ τὴν συμμετρίαν αὐτῶν ἐνεργοῦμεν
τοῖς μορίοις. εἴπερ οὖν διαφόρως ἐνεργοῦμεν, διάφορός
ἐστι καὶ ἡ καθ’ ἕκαστον συμμετρία τῶν στοιχείων, ὅπερ ἦν
ἡ ὑγίεια. καὶ μὴν καὶ χωρὶς τοῦ στοιχείου μνημονεύειν
Work
Title: De Sanitate Tuenda
English: On the Preservation of Health
Original: Περὶ τῶν ὑγιεινῶν πραγματεία
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1823
Series: Claudii Galeni Opera Omnia
Volume: 6
Pages: 1-452
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_050.xml [0.9 Mb]