De Sanitate Tuenda (On the Preservation of Health)
Kühn 1823
ὅπλοις ἐθέλοι γυμνάζεσθαι τὸ τοιοῦτον μειράκιον, ὁ γυμναστὴς
αὐτοῦ τὸν ἐμπειρότατον τῆς ὕλης τῶν ὁπλομαχικῶν
ἐνεργειῶν παραλαβὼν, ἁπάσας αὐτῷ δειχθῆναι κελεύσει,
κᾄπειτ’ αὐτὸς ἐκλέξεται, καὶ διακρινεῖ, καὶ προστάξει,
κατὰ ποίας μὲν αὐτῶν ἐπὶ πλέον χρὴ γυμνάζεσθαι, κατὰ
ποίας δ’ ὀλιγάκις, ἢ συμμέτρως, ἢ οὐδ’ ὅλως, ἢ διαπαντός.
οὐ γὰρ δύναται λαθεῖν αὐτὸν, οὔθ’ ὅ τι μόριον
ἑκάστη διαπονεῖ μᾶλλον, οὔθ’ ἥτις αὐτῆς ἐστιν ἡ ποιότης
τε καὶ ἡ δύναμις. εἴτε διὰ σφαίρας ἐπιθυμήσειε γυμνάζεσθαι,
κᾀνταῦθα πάλιν ἐξευρήσει τό τε εἶδος τῶν ἐνεργειῶν
καὶ τὴν ποιότητα καὶ τὸ μέτρον, ὑπηρέτην λαβὼν τὸν
σφαιριστικὸν ὑπὲρ τοῦ τὴν ὕλην ἅπασαν θεάσασθαι τῶν
ἐνεργειῶν. αὐτῆς μὲν γὰρ τῆς κατὰ μέρος ὕλης ἑκάστης τῶν
τεχνῶν ἄπειρός ἐστιν ὁ γυμναστὴς, ᾗ γυμναστής ἐστιν·
εἰ δὲ ἅπαξ αὐτὴν θεάσαιτο, τήν τε ποιότητα καὶ τὴν
δύναμιν αὐτίκα γνωρίζει. μυρίους γοῦν ἡμεῖς ἀσθενέστερά
τινα μέρη τοῦ σώματος ἔχοντας, ὡς συνεχέστατα τοῖς
Work
Title: De Sanitate Tuenda
English: On the Preservation of Health
Original: Περὶ τῶν ὑγιεινῶν πραγματεία
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1823
Series: Claudii Galeni Opera Omnia
Volume: 6
Pages: 1-452
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_050.xml [0.9 Mb]