De Sanitate Tuenda (On the Preservation of Health)
Kühn 1823
κατὰ ταῦτα νοσήμασιν ἁλίσκεσθαι, διὰ μόνης γυμναστικῆς
ἀνεῤῥώσαμεν, οὐκ ἀπαγαγόντες ἀπὸ τῶν οἰκείων γυμνασίων,
ἀλλ’ εἴτ’ ὀρχηστικὸς ἦν ὁ ἄνθρωπος, εἴθ’ ὁπλομαχικὸς,
εἴτε παγκρατιαστικὸς, εἴτε παλαιστρικὸς, εἴθ’
ὁτιοῦν ἄλλο, τὰς ἐν ἐκείνῃ τῇ τέχνῃ κινήσεις ἁπάσας αὐτὸν
ἐπιτάξαντες ἡμῶν παρόντων κινηθῆναι, κᾀξ αὐτῶν
ἐκλεξάμενοι τὰς ἐπιτηδειοτάτας ἅμα καιρῷ τε καὶ μέτρῳ.
περὶ μὲν δὴ τῶν τοιούτων ἐπανορθώσεων ἐπὶ προήκοντι
τῷ λόγῳ διαλέξομαι κατ’ ἐκεῖνο τὸ μέρος τῆς πραγματείας,
ἐν ᾧ περὶ τῶν μοχθηρῶν κατασκευῶν τοῦ σώματος διέξειμι.
νυνὶ δὲ τὸ μὲν ἄριστον σῶμα πρόκειται φυλάττειν ἄριστον,
ἐξ ἁπάντων δ’ ἐκλεκτέον αὐτῷ τὸ σύμμετρον, ἐκ τρίψεων,
ἐκ γυμνασίων, ἐκ λουτρῶν, ἐκ τροφῶν, ἐξ ὕπνων, μήτε
μαλακωτέραν αὐτοῦ τὴν ἕξιν τοῦ σώματος ἐργαζομένους,
μήτε σκληροτέραν, (ἡ μὲν γὰρ εὐκίνητος ὑπὸ τῶν ἔξωθεν
αἰτίων, ἡ δὲ τὴν αὔξησιν κωλύει,) μήτε πυκνοτέραν, ὡς
ἴσχεσθαί τι τῶν κατὰ σάρκα περιττωμάτων, μήτε ἀραιοτέραν,
ὡς ἀποῤῥεῖν τι καὶ τοῦ χρηστοῦ. κατὰ δὲ τὸν αὐτὸν
Work
Title: De Sanitate Tuenda
English: On the Preservation of Health
Original: Περὶ τῶν ὑγιεινῶν πραγματεία
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1823
Series: Claudii Galeni Opera Omnia
Volume: 6
Pages: 1-452
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_050.xml [0.9 Mb]