De Sanitate Tuenda (On the Preservation of Health)
Kühn 1823
χρὴ τὸ κενούμενον ἐν ταῖς καθάρσεσιν ἐπὶ τὴν γαστέρα παραγίνεσθαι,
καὶ διὰ ταύτην τὴν αἰτίαν οὔτ’ αὐτοὶ κενοῦνται,
καὶ τοὺς ἄλλους ἐμποδίζουσι. τοῦτο μὲν οὖν ὑφ’ Ἱπποκράτους
διὰ βραχυτάτου παρῄνηται ῥήματος, εἰπόντος·
πέπονα φαρμακεύειν, μὴ ὠμά. διὰ δὲ τὴν αὐτὴν αἰτίαν
οὐδὲ γυμνάζειν, οὐδὲ κινεῖν ὅλως, ἀλλ’ οὐδὲ λούειν
προσήκει τοὺς ἐν ταῖς πρώταις φλεψὶ τὸ πλῆθος τῶν
ὠμῶν χυμῶν ἔχοντας. ἅπασαι γὰρ αἱ τοιαῦται κινήσεις εἰς
ὅλον τὸ σῶμα ποδηγοῦσι τοὺς χυμούς. φυλακτέον οὖν αὐτοὺς
ἐν ἡσυχίᾳ πάσῃ, καὶ δοτέον ἐδέσματά τε καὶ ποτὰ
καὶ φάρμακα λεπτύνοντα, καὶ τέμνοντα, καὶ κατεργαζόμενα
τὸ πάχος τῶν χυμῶν, ἄνευ τοῦ θερμαίνειν ἐπιφανῶς· οἱ
γὰρ θερμανθέντες ἰσχυρότερον χυμοὶ πανταχόσε τοῦ σώματος
ἴασιν. διαιτᾷν οὖν αὐτοὺς ἐπ’ ὀξυμέλιτι μάλιστα,
βραχύ τι καὶ πτισάνης ἐνίοτε καὶ μελίκρατον διδόντα.
καὶ γὰρ φέρουσι τὴν λεπτὴν δίαιταν, εἴ πέρ τινες ἄλλοι,
καταχρώμενοι τῷ πλήθει τῶν ὠμῶν χυμῶν εἰς τροφὴν τοῦ
σώματος, ἐν τῷ κατὰ βραχὺ πέττειν αὐτούς. ἐπεὶ δὲ καὶ τὸ
Work
Title: De Sanitate Tuenda
English: On the Preservation of Health
Original: Περὶ τῶν ὑγιεινῶν πραγματεία
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1823
Series: Claudii Galeni Opera Omnia
Volume: 6
Pages: 1-452
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_050.xml [0.9 Mb]