Digital Corpus for Graeco-Arabic Studies

Galen: De Sanitate Tuenda (On the Preservation of Health)

Kühn 1823

καλῶν. ἀλλ’ ὅμως οὐκ ἐνοσήσαμεν οὐδὲν νόσημα τῶν ἐκ τοῦ σώματος ὁρμωμένων ἐτῶν ἤδη παμπόλλων, ὅτι μὴ, καθάπερ ἔφην, ἐφήμερόν ποτε πυρετὸν ἐν τῷ σπανιωτάτῳ διὰ κόπον γενόμενον. καίτοι κατά γε τὴν τῶν παίδων ἡλικίαν καὶ προσέτι τῶν ἐφήβων τε καὶ μειρακίων οὐκ ὀλίγαις οὐδὲ μικραῖς ἑάλωμεν νόσοις. ἀλλὰ μετά γε τὸ εἰκοστὸν ὄγδοον ἔτος ἀπὸ γενετῆς, ἐμαυτὸν πείσας, ὡς ἔστι τις ὑγιεινὴ τέχνη, τοῖς προστάγμασιν αὐτῆς ἠκολούθησα παρ’ ὅλον τὸν ἑξῆς βίον, ὡς μηκέτι νοσῆσαι νόσημα μηδὲν, ὅτι μὴ σπάνιόν που πυρετὸν ἐφήμερον. ἔστι δὲ δήπου καὶ τοῦτον αὐτὸν φυλάξασθαι τελέως, ἐλεύθερον βίον ἑλόμενον, ὡς ἔν τε τοῖς ἔμπροσθεν ἤδη γέγονε δῆλον, ἔτι τε μᾶλλον ἔσται σαφὲς ἐν τοῖς ἐφεξῆς εἰρησομένοις, εἰ θέλει τις προσέχειν τὸν νοῦν. ἐγὼ γάρ φημι, μηδὲ βουβῶνα δύνασθαι γενέσθαι τοῖς ἀκριβῶς παρεσκευασμένοις εἰς ὑγίειαν, εἴγ’ ἀπέριττον αὐτοῖς ἐστι τὸ σῶμα τοῦ γένους τῶν περιττωμάτων ἑκατέρου, τοῦ τε κατὰ τὸ ποσὸν καὶ τοῦ κατὰ τὸ ποιόν.

Work

Title: Galen: De Sanitate Tuenda
English: On the Preservation of Health
Original: Περὶ τῶν ὑγιεινῶν πραγματεία

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1823

Series: Claudii Galeni Opera Omnia

Volume: 6

Pages: 1-452

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_050.xml [0.9 Mb]