Digital Corpus for Graeco-Arabic Studies

Galen: De Sanitate Tuenda (On the Preservation of Health)

Kühn 1823

πρὸς μὲν δὴ τοὺς νῦν ἐπαγγελλομένους ἢ λέγειν ἢ γράφειν ὑγιεινὰ παραγγέλματα καὶ ταῦθ’ ἱκανά· πρὸς δὲ τοὺς ἔμπροσθεν, ὑπὲρ ὧν οὔτε ἐκ τῆς τῶν ἄλλων ἱστορίας ἠκούσαμεν, ὡς ἤτοι σφᾶς αὐτοὺς ἀνόσους διεφύλαξαν, ἢ τοὺς πεισθησομένους αὐτοῖς, οὔτ’ ἐτόλμησαν ἐν τοῖς συγγράμμασιν ἀλαζονεύεσθαί τι τοιοῦτον, οὐδ’ ἀντιλέγειν ἀνάγκη, ἀλλὰ θαυμάζειν μόνον, εἴ τινες αὐτῶν ἑνὶ βιβλίῳ τὴν ὑγιεινὴν ἅπασαν θεωρίαν ἐπηγγείλαντο περιλαβεῖν, οὐ μὰ Δί’ οὕτω γράφοντες ὑπὲρ αὐτῆς, ὡς Ἱπποκράτης, ἐν τοῖς πρώτοις τε καὶ γενικωτάτοις κεφαλαίοις ἐνδεικνύμενος τὴν μέθοδον, ἀλλ’ ἐξεργαζόμενοι πᾶν ἀκριβῶς, ὥσπερ ἡμεῖς. ἡ μὲν δὴ τοῦ μήκους τῶν λόγων αἰτία καὶ δὴ λέλεκται. χρὴ δ’, ὅστις ἐστὶ φιλόκαλός τε ἅμα καὶ φιλόπονος ἐπὶ τοῖς ἀρίστοις, οὐ πρὸς τὸ μῆκος ἀπαγορεύειν τῆς ὑγιεινῆς τέχνης, ἀλλὰ τοῦ μεγέθους ἄγασθαι τῶν ἐπαγγελμάτων αὐτῆς. πῶς γὰρ οὐ μεγάλα καὶ θαυμαστὰ τῆς τέχνης ταῦτ’ ἔστιν ἔργα, γηράσαντα μέχρι πλείστου,

Work

Title: Galen: De Sanitate Tuenda
English: On the Preservation of Health
Original: Περὶ τῶν ὑγιεινῶν πραγματεία

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1823

Series: Claudii Galeni Opera Omnia

Volume: 6

Pages: 1-452

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_050.xml [0.9 Mb]