Digital Corpus for Graeco-Arabic Studies

Galen: De Sanitate Tuenda (On the Preservation of Health)

Kühn 1823

τούτοις ἄριστος ὁ ἐναντιώτατος τῇ κρατούσῃ, ψυχρὸς μὲν τῇ θερμῇ, θερμὸς δὲ τῇ ψυχρᾷ, καὶ δὴ καὶ τῇ μὲν ὑγροτέρᾳ ξηρὸς, τῇ δὲ αὐχμηροτέρᾳ τοῦ προσήκοντος εἰς τοσοῦτον ὑγρότερος, εἰς ὅσον κᾀκείνη τοῦ συμμέτρου ξηροτέρα. ταυτὶ μὲν ἐν τῷδε τῷ λόγῳ γινώσκειν ἱκανά· ὥσπερ δ’ ἄν τις ἐπανορθοίη τὰς ἐκ τῶν μοχθηρῶν ὑδάτων τε καὶ ἀέρων βλάβας, ἐν ἑτέρῳ βιβλίῳ ῥηθήσεται, νυνὶ γὰρ οἷον σκοπόν τινα καὶ κανόνα τὴν ἀρίστην κατασκευὴν τοῦ σώματος ἐπὶ τοῖς ἀρίστοις διαιτήμασι διελθεῖν ἔγνωκα· τὰς δὲ τῶν ἡμαρτημένων κατά τι σωμάτων ἅμα καὶ διαιτημάτων ὑπαλλάξεις ἐν τοῖς μετὰ ταῦτα γράμμασιν ἁπάσας διαιρήσομεν.

Πάλιν οὖν ὁ λόγος ἐπὶ τὸν ἄριστα κατεσκευασμένον παῖδα ἐπανελθὼν τὴν ἀπὸ τῆς πρώτης ἑβδομάδος ἡλικίαν αὐτοῦ μέχρι τῆς δευτέρας ἐκδιηγείσθω, κατά τε τὴν κρᾶσιν ὁποία τίς ἐστι καὶ ὧν τινων χρῄζει διαιτημάτων. ἡ μὲν δὴ κρᾶσις, ὡς κᾀν τοῖς περὶ κράσεων ὑπομνήμασι δέδεικται, θερμὴ μέν ἐστιν ὁμοίως,

Work

Title: Galen: De Sanitate Tuenda
English: On the Preservation of Health
Original: Περὶ τῶν ὑγιεινῶν πραγματεία

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1823

Series: Claudii Galeni Opera Omnia

Volume: 6

Pages: 1-452

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_050.xml [0.9 Mb]