Digital Corpus for Graeco-Arabic Studies

Galen: De Sanitate Tuenda (On the Preservation of Health)

Kühn 1823

φανείη τὸ σῶμα, τρίψεων ἀναμνησθῆναι χρὴ πρῶτον, εἶτα γυμνασίων εὐτόνων μετ’ ἀνταγωνιστοῦ σκληροῦ πιλοῦντος, καὶ πρὸς τούτοις εἰ ἐν κόνει, καὶ ταύτῃ σκληρᾷ καὶ ψυχρᾷ, καὶ εἰ χωρὶς τῆς καλουμένης ἀποθεραπείας· εἶθ’ ἑξῆς λουτρῶν, εἰ ψυχρᾲ παντάπασιν, ἢ λίαν θερμὰ, καὶ ὁ οἶκος, ἐν ᾧ διέτριψεν ἐγρηγορώς τε καὶ κοιμώμενος, ψυχρός· ἔτι δὲ σιτίων ξηρότητα καὶ πομάτων ἔνδειαν. εἰ δὲ μαλακώτερος ἑαυτοῦ γένοιτο κατὰ τὴν ὑστεραίαν τὸ σῶμα, πρῶτον μὲν ἀναμιμνήσκεσθαι χρὴ τῆς τρίψεως, εἰ μαλακή τε καὶ σὺν λίπει, καὶ λουτροῖς ἀτρέμα καὶ χλιαροῖς ἐγένετο· μετὰ δὲ τὴν τούτων ἐπίσκεψιν, εἰ τὰ γυμνάσια βραδέα καὶ ὀλίγα, καὶ μετὰ τοῦ συμπαλαίοντος ἀμετρώτερον ἁπαλοῦ, κᾄπειτα περὶ πόματος, εἰ πλέον, εἶθ’ ἑξῆς ἐδεσμάτων, ἢ πλειόνων, ἢ ὑγροτέρων τὴν φύσιν, εἶθ’ ὕπνων, εἰ πλείους. ἐγγὺς δὲ τῆς μαλακῆς τοῦ σώματός ἐστι διαθέσεως ἡ ὑγρὰ καλουμένη, πλὴν ὅσον ἡ μὲν μαλακὴ τῶν σωμάτων αὐτῶν ἐστιν οἰκεία ποιότης, ἡ δ’ ὑγρὰ τῶν ἐν αὐτοῖς ὑγρῶν. διακρίνεται δ’ ἁπτομένων, ἡ μὲν γὰρ ὑγρὰ σὺν

Work

Title: Galen: De Sanitate Tuenda
English: On the Preservation of Health
Original: Περὶ τῶν ὑγιεινῶν πραγματεία

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1823

Series: Claudii Galeni Opera Omnia

Volume: 6

Pages: 1-452

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_050.xml [0.9 Mb]