Digital Corpus for Graeco-Arabic Studies

Galen: De Sanitate Tuenda (On the Preservation of Health)

Kühn 1823

ἰκμάσιν ἐστὶν, ἡ δὲ μαλακὴ χωρὶς τούτων, ὄντος δὲ δηλονότι καὶ τοῦ μαλακοῦ σώματος ὑγροῦ τοῖς οἰκείοις μορίοις, ἀλλ’ ἕνεκα σαφοῦς διδασκαλίας μαλακὸν μὲν τοῦτο καλείσθω, τὸ δ’ ἕτερον ὑγρόν. ἡ μὲν οὖν ἀμέτρως ξηρὰ διάθεσις εὐθὺς σκληρύνει τὴν ἕξιν, οὐκ ἐξ ἀνάγκης δὲ μετὰ μαλακότητός ἐστιν ἡ ὑγρά. δύναται μὲν γὰρ ἐσκληρύνθαι μὲν ἡ σὰρξ, ἀναφέρεσθαι δ’ ἐκ τοῦ σώματος ἰκμὰς ἢ ἱδρώς. ἐπὶ μὲν οὖν τῶν ὑγροτήτων ἤτοι γ’ ἀφροδισίων χρῆσιν ἄκαιρον, ἢ ἀπό τινος ἑτέρας αἰτίας ἀῤῥωστίαν τῆς δυνάμεως ὑποπτευτέον, ἢ ἀραιότητα τοῦ σώματος ἐπὶ μαλακαῖς ἀμέτρως τρίψεσιν, ἢ λουτροῖς πλέοσιν, ἢ ἀέρι τῷ κατὰ τὸν οἶκον, ἐν ᾧ διέτριψε, θερμοτέρῳ παρὰ τὸ δέον. ἐπισκεπτέον δὲ καὶ περὶ πομάτων, εἰ πλέον, ἢ ὕπνοι πολλῷ πλείους τῶν κατὰ φύσιν, ἢ εἰ τὸ περιέχον ἀθρόως μετέβαλεν εἰς ὑγρότητά τε καὶ θερμότητα, καὶ περὶ τροφῶν δ’ ὡσαύτως. ἐπὶ δὲ τῆς ἁπαλότητος ἢ μαλακότητος, (ἑκάτερον γὰρ ὀνομάζειν ἔθος ἐστὶν,) ὅταν ποτὲ χωρὶς ὑγρότητος ᾖ, πεπέφθαι μὲν τὴν τροφὴν ὀρθῶς, καὶ

Work

Title: Galen: De Sanitate Tuenda
English: On the Preservation of Health
Original: Περὶ τῶν ὑγιεινῶν πραγματεία

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1823

Series: Claudii Galeni Opera Omnia

Volume: 6

Pages: 1-452

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_050.xml [0.9 Mb]