De Sanitate Tuenda (On the Preservation of Health)
Kühn 1823
τεθράφθαι τὸ σῶμα, γεγυμνάσθαι δὲ ἐνδεέστερον. ἔμπαλιν δὲ
ἐπὶ τῆς σκληρότητος, ἢ τετρίφθαι σκληρῶς, ἢ γεγυμνάσθαι
πλείω μετὰ τοῦ σκληροῦ σώματος ἐν κόνει. ξηρότης δὲ τῆς
ἕξεως ἔνδειαν πόματος ἢ τροφῆς, ἢ ἀγρυπνίαν, ἢ μέριμναν
βιωτικὴν, ἢ πολλὴν τρίψιν, ἢ γυμνάσιον ἄμετρον
ἐνδείκνυται. ταῦτά τε οὖν βίον σκεπτόμενος, ἐπανορθοῦσθαι
ἂν δυνηθείης καθ’ ἑκάστην ἡμέραν τὸ σφάλμα, πρὶν αὐξηθὲν
δυσίατον γενέσθαι. μέμνησο δ’ ἀεὶ τοῦ πᾶσαν ἀμετρίαν
εἰς ἐπανόρθωσιν ἄγεσθαι διὰ τῆς ἐναντίας ἀμετρίας.
ὁ γάρ τοι σκοπὸς οὗτος ἁπάντων ἐστὶ κοινὸς τῶν παρὰ φύσιν.
ὥστε χρὴ προσθέντα σε τῷδε τήν τε τῶν σωμάτων
αὐτῶν διάγνωσιν, ὧν προνοεῖσθαι μέλλεις, ἑκάστου τε τῶν βοηθημάτων
τὴν δύναμιν, ἁπάσης ἐπιστήμονα τῆς περὶ τὸ
σῶμα τέχνης γενέσθαι, καθ’ ἣν οὐ μόνον τοὺς ὑγιαίνοντας
ἐν ὑγείᾳ διαφυλάξεις, ἀλλὰ καὶ τοῖς νοσοῦσιν ἀναλήψῃ τὴν
ἀρχαίαν ἕξιν.
Work
Title: De Sanitate Tuenda
English: On the Preservation of Health
Original: Περὶ τῶν ὑγιεινῶν πραγματεία
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1823
Series: Claudii Galeni Opera Omnia
Volume: 6
Pages: 1-452
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_050.xml [0.9 Mb]