De Sanitate Tuenda (On the Preservation of Health)
Kühn 1823
οἰκείῳ τις ἁλῷ τῇ φύσει νοσήματι, πλέον ἀφέστηκεν, ἐὰν
δὲ οὐκ οἰκείῳ, βραχύτερον. οὐκοῦν οὐδὲ τὰ ἔθη μεταβλητέον
ἐστὶ, κᾂν εἴη μοχθηρὰ, δυσαρεστουμένων ἔτι τῶν σωμάτων.
ἀλλ’ ἐν ταῖς ἀκριβεστέραις ὑγείαις οὐκ ἀεὶ τοῦτο
πρακτέον, ἀλλ’ ὅταν ἀπὸ τῶν πολιτικῶν πραγμάτων ἄγῃ
σχολὴν ὁ μέλλων μεταχθήσεσθαι. ταῦτ’ οὖν ὄντα κοινὰ
παραγγέλματα πασῶν τῶν κράσεων ὑπαλλάττεται κατὰ μέρος,
εἰς ὅσον ἂν ἑκάστη δυσκρασία τῆς ἄκρας εὐκρασίας
ἀπολείπηται, καὶ θαυμαστὸν οὐδέν ἐστι, τὰς δυσκράτους
φύσεις ἐν τῷ μέσῳ καθεστηκυίας ἀκριβοῦς ὑγείας αἰσθητοῦ
τε νοσήματος ἐπαμφοτερίζειν καὶ τῷ τρόπῳ τῆς διαίτης.
οὐ μὴν οὐδὲ τὸ φαίνεσθαι τοὺς ἀνθρώπους ὑπὸ τῶν
αὐτῶν ὠφελουμένους τε καὶ βλαπτομένους θαυμαστόν. εἰ
μὲν γὰρ ἅπαντες ὁμοίαν ἀλλήλοις εἶχον κατασκευὴν, τότ’
ἂν ἦν θαυμαστὸν, ὑπὸ τῶν ἐναντίων ἐνίους ὠφελεῖσθαι
βλαπτομένους ὑπὸ τῶν αὐτῶν· ἐπεὶ δ’ ἐναντίαι πολλῶν
τῶν ἀνθρώπων εἰσὶ κατασκευαὶ τοῦ σώματος, εὔλογόν ἐστι,
καὶ τὴν ὠφέλειαν αὐτοῖς ὑπὸ τῶν ἐναντίων γίνεσθαι.
Work
Title: De Sanitate Tuenda
English: On the Preservation of Health
Original: Περὶ τῶν ὑγιεινῶν πραγματεία
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1823
Series: Claudii Galeni Opera Omnia
Volume: 6
Pages: 1-452
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_050.xml [0.9 Mb]