De Sanitate Tuenda (On the Preservation of Health)
Kühn 1823
(οὐ γὰρ ἅπαντές εἰσι τοιοῦτοι,) ἐδεσμάτων δὲ τὰ λάχανα δι’
ἐλαίου τε καὶ γάρον. φυλακτέον δὲ τῶν οἴνων τοὺς αὐστηροὺς,
ὥσπερ γε καὶ τῶν ἐδεσμάτων τὰ στύφοντα, πλὴν εἰ
μετὰ τὴν ἐδωδὴν ἅπασαν ἕνεκα τοῦ τονῶσαι τὸ στόμα τῆς
γαστρὸς ἡ προσφορὰ γίγνοιτο. κριτέον δὲ καὶ τοῦτο τῇ
πείρᾳ· τισὶ γὰρ οὐ μόνον ἄλυπός ἐστιν ἡ τοιαύτη χρῆσις
τῶν στυφόντων, ἀλλὰ καὶ συντελεῖ τι πρὸς ὑπαγωγὴν γαστρὸς
ἐκ τοῦ τονωθῆναι κατὰ τὸ στόμα τὴν κοιλίαν. ἐναργέστατον
δὲ ἐπὶ τῶν ἀτονώτερον ἐχόντων αὐτὴν φαίνεται τοῦτο
γιγνόμενον. ὅσοι δὲ τοῖς κατὰ παλαίστραν γυμνασίοις ἐχρῶντο
πρὸ τοῦ λουτροῦ, πρὶν ἐμπεσεῖν ἀσχόλῳ βίῳ, τούτοις
ἀποστῆναι μὲν αὐτῶν βλαβερώτατον, ὁμοίως δὲ χρῆσθαι
πρὸς τῷ βλαβερῷ καὶ ἀδύνατον. ὅπερ οὖν ἔφην ὀνομάζεσθαι
γυμνασίων εἶδος ἀποθεραπευτικὸν, τούτῳ χρηστέον
αὐτοῖς ἅμα καὶ τοῦ πλήθους τῶν χοιρείων κρεῶν ἀφαιρετέον.
ἐπεὶ δὲ, ὡς ἔφην, ἐνίοις ἐσθίειν ἄμεινόν τι πρὸ τοῦ
λουτροῦ, περί τε τῆς ὥρας, ἐν ᾗ τοῦτο πρακτέον αὐτοῖς ἐστι,
Work
Title: De Sanitate Tuenda
English: On the Preservation of Health
Original: Περὶ τῶν ὑγιεινῶν πραγματεία
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1823
Series: Claudii Galeni Opera Omnia
Volume: 6
Pages: 1-452
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_050.xml [0.9 Mb]