De Sanitate Tuenda (On the Preservation of Health)
Kühn 1823
ὀνομαζόμενον φάρμακον, ὅταν ἴσον τοῖς ἄλλοις
λάβῃ τὸ νίτρον, τό τε διὰ τῶν ἰσχάδων τε καὶ τοῦ κνίκου,
ὅσα τ’ ἄλλα διὰ κνίκου ἢ ἐπιθύμου συντίθεται. τοῖς δ’
οὕτω διακειμένοις ἀνθρώποις συμφέρουσι καὶ οἱ πρὸ τροφῆς
ἔμετοι· ἔμετος δὲ δι’ οἴνου πόσεως γλυκέος γινόμενος.
συμβουλεύειν δὲ αὐτοῖς χρὴ μηδὲν κνισσῶδες, ἢ βρομῶδες,
ἢ ὅλως εὔφθαρτον ἔδεσμα προσφέρεσθαι, τὰ καλούμενα δὲ
ὑπὸ τῶν ἰατρῶν εὔχυμα, ταῦτα ἐκλέγεσθαι. γέγραπται δὲ
περὶ αὐτῶν ἑτέρωθι κατὰ τὸ περὶ τῆς εὐχυμίας τε καὶ κακοχυμίας
ὑπόμνημα· γέγραπται δὲ, ὡς ἔφην ἤδη, κᾀν τοῖς
τρισὶν, ἐν οἷς περὶ τῆς ἐν ταῖς τροφαῖς δυνάμεως ὁ λόγος
ἐστίν. ἐπιτήδειον δὲ τοῖς οὕτως ἔχουσιν ἀνθρώποις ἐκ διαλειμμάτων
χρόνου συμμέτρου τῆς γαστρὸς ὑπαγωγὴ διὰ τῶν
μετρίως καθαιρόντων, ὁποῖόν ἐστι τὸ δι’ ἀλόης πικρὸν, οὕτως
γὰρ αὐτὸ καλοῦσι πολλοὶ τῶν ἰατρῶν, ὥσπερ ἔνιοι πικρὰν
θηλυκῶς. ἐὰν δ’ ἐπιτρέψῃς πολλῷ χρόνῳ τὴν κακοχυμίαν
ἀθροίζεσθαι, νόσημά τι χαλεπὸν αὐτοῖς συμβήσεται. καὶ
Work
Title: De Sanitate Tuenda
English: On the Preservation of Health
Original: Περὶ τῶν ὑγιεινῶν πραγματεία
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1823
Series: Claudii Galeni Opera Omnia
Volume: 6
Pages: 1-452
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_050.xml [0.9 Mb]