De Sanitate Tuenda (On the Preservation of Health)
Kühn 1823
μου μεγάλης ὠφελείας; φράσω. παραφυλάττειν ἔφην χρῆναι
τοὺς τοιαύτῃ κατασκευῇ σώματος ἐνοχλουμένους, ἡνίκα μάλιστα
φαίνονται πλῆθος ἠθροικέναι σπέρματος ἀποκρίσεως
δεόμενον, ἐν ἡμέρᾳ τινὶ διαιτηθέντας εὐχύμῳ τε καὶ μετρίως,
χρῆσθαι μὲν ἐπὶ τῷ δείπνῳ, τρεπομένους εἰς ὕπνον,
τῇ συνουσίᾳ· κατὰ δὲ τὴν ἑξῆς ἡμέραν, ὅταν αὐτάρκως ἔχωσιν
ὕπνου, διαναστάντας ἀνατρίψασθαι σινδόνι, μέχρις ἂν
ἔρευθός τι σχῇ τὸ δέρμα· κᾄπειτά τινι δι’ ἐλαίου τρίψει
συμμέτρως χρησαμένους, εἶτα μὴ πολὺ διαλιπόντας, ἄρτον
εὔζυμον, κλιβανίτην, καθαρὸν, ἐξ οἴνου κεκραμένου προσενεγκαμένους,
οὕτως ἐπὶ τὰς συνήθεις ἔρχεσθαι πράξεις· ἐν
τῷ μεταξὺ τῆς τε δι’ ἐλαίου τρίψεως καὶ τῆς δι’ ἄρτου
προσφορᾶς, εἰ χωρίον ἔχει τι πλησίον, ἐμπεριπατῆσαι τούτῳ,
πλὴν εἰ κρύος εἴη χειμέριον, ἄμεινον γὰρ ἔνδον μένειν τηνικαῦτα.
ταύτην μέντοι τὴν διὰ τῆς ἐδωδῆς ῥῶσιν τοῦ στομάχου
καὶ γραμματικῷ τινι συνεχῶς ἁλισκομένῳ σπασμοῖς
ἐπιληπτικοῖς συνεβούλευσα, καὶ μεγάλως ὤνητο. μάλιστα δὲ
αὐτὸν ὠφελῆσαι ἤλπισα, πυθόμενος παρ’ αὐτοῦ, τὸ τῶν
Work
Title: De Sanitate Tuenda
English: On the Preservation of Health
Original: Περὶ τῶν ὑγιεινῶν πραγματεία
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1823
Series: Claudii Galeni Opera Omnia
Volume: 6
Pages: 1-452
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_050.xml [0.9 Mb]