De Sanitate Tuenda (On the Preservation of Health)
Kühn 1823
πρὸς τὰς κινήσεις ἑτοιμότητα τοσοῦτον ὑπάρχον τὸ θερμὸν
ἱκανὸν ἦν παρασχεῖν. ὑπὸ τούτου δὴ τὰ μὲν πρῶτα
συνίσταταί τε καὶ βραχεῖάν τινα πῆξιν λαμβάνει τὸ κύημα·
μετὰ δὲ ταῦτα ἐπὶ μᾶλλον ἤδη ξηραινόμενον οἷον ὑπογραφάς
τινας ἴσχει καὶ τύπους ἀμυδροὺς ἑκάστου τῶν μορίων·
εἶτ’ ἐπὶ πλέον ξηρανθὲν οὐχ ὑπογραφὰς μόνον οὐδ’ ἀμυδροὺς
τοὺς τύπους, ἀλλ’ ἀκριβὲς ἑκάστου τὸ εἶδος ἴσχει.
καὶ δὴ καὶ ἀποκυηθὲν ἀεὶ καὶ μᾶλλον ἑαυτοῦ γίνεται ξηρότερόν
τε καὶ ῥωμαλεώτερον, ἄχρι περ ἂν εἰς ἀκμὴν ἀφίκηται.
τηνικαῦτα δὲ τά τε τῆς αὐξήσεως ἵσταται, μηκέτι
ἐπιδιδόντων τῶν ὀστῶν διὰ σκληρότητα, καὶ τῶν ἀγγείων
δὲ ἕκαστον εἰς εὖρος διαφυσᾶται, καὶ σύμπανθ’ οὕτως τὰ
μόρια κρατύνεταί τε καὶ εἰς τὴν ἀκροτάτην αὑτῶν ἰσχὺν
ἀφικνεῖται. τὸ δὲ ἀπὸ τοῦδε περαιτέρω τοῦ προσήκοντος
ἤδη ξηροτέρων ἁπάντων τῶν ὀργάνων γιγνομένων αἵ
τε ἐνέργειαι χεῖρον ἐπιτελοῦνται καὶ ἀσαρκότερόν τε καὶ
ἰσχνότερον ἑαυτοῦ γίνεται τὸ ζῶον. ἐπὶ πλέον δὲ ἀναξηραινόμενον
οὐκ ἀσαρκότερόν γε μόνον, ἀλλὰ καὶ ῥυσσὸν ἀποτελεῖται,
Work
Title: De Sanitate Tuenda
English: On the Preservation of Health
Original: Περὶ τῶν ὑγιεινῶν πραγματεία
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1823
Series: Claudii Galeni Opera Omnia
Volume: 6
Pages: 1-452
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_050.xml [0.9 Mb]