Digital Corpus for Graeco-Arabic Studies

Galen: De Sanitate Tuenda (On the Preservation of Health)

Kühn 1823

τὸ δέρμα, τοῖς δὲ ἔνδοθεν ὧν πυκνόν τε καὶ σκληρόν. καὶ διὰ τοῦθ’ Ἱπποκράτης περὶ τῶν ἀπὸ τροφῆς ἐν ἡμῖν ἐπ’ ὠφελείᾳ τε καὶ βλάβῃ γινομένων διδάσκων ἐπ’ ἄλλοις πολλοῖς καὶ τοῦτ’ ἔγραψεν. ἀραιότης σώματος εἰς διαπνοὴν, οἷς πλεῖστον ἀφαιρέεται, ὑγιεινότερον, οἷς δ’ ἔλασσον, νοσερώτερον. βέλτιον οὖν ἑκατέρας πεφυλάχθαι τὰς ὑπερβολὰς, καὶ μήτ’ εἰς τοσοῦτον πυκνὸν τὸ δέρμα παρασκευάζειν, ὡς κωλύειν διαπνεῖσθαι καλῶς, μήθ’ οὕτως ἀραιὸν, ὡς ὑπὸ παντὸς τοῦ αἰτίου τῶν ἔξωθεν αὐτῷ προσπιπτόντων βλάπτεσθαι ἑτοίμως. τοιοῦτον δὲ καὶ φύσει ἐστὶ τὸ σῶμα τοῦ νῦν ἡμῖν προκειμένου τῷ λόγῳ παιδίου, μέσον ἁπασῶν τῶν ὑπερβολῶν. οὕτως οὖν αὐτὸ διαιτητέον, ὡς φυλάττειν ἀεὶ τῆς κατασκευῆς τὴν ἀρετήν. φυλαχθήσεται δὲ, κατὰ μὲν τὴν πρώτην ἡλικίαν ἐν γάλακτι τρεφομένῳ, καὶ λουτροῖς γλυκέων ὑδάτων θερμῶν λουομένῳ, ὅπως ὅτι μάλιστα μέχρι πλείστου μαλακὸν αὐτῷ διαμένον τὸ σῶμα πολλὴν ἐπίδοσιν εἰς τὴν αὔξησιν ποιῆται. μετὰ δὲ ταῦτα, καθ’ ὃν ἂν ἤδη χρόνον εἰς διδασκάλους δύναιτο φοιτᾷν,

Work

Title: Galen: De Sanitate Tuenda
English: On the Preservation of Health
Original: Περὶ τῶν ὑγιεινῶν πραγματεία

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1823

Series: Claudii Galeni Opera Omnia

Volume: 6

Pages: 1-452

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_050.xml [0.9 Mb]