De Sanitate Tuenda (On the Preservation of Health)
Kühn 1823
τὸ δ’ ὑπόλοιπον γένος τῶν περιττωμάτων γίνεται μὲν ἐν
ἑκάστῳ μορίῳ τοῦ τρέφοντος αὐτὰ χυμοῦ, τὸ μὲν οἷον
ἡμίπεπτόν τι λείψανον, ἀδυνατῆσαν ἐξομοιωθῆναι τῷ τρεφομένῳ,
τὸ δ’, ὅπερ ἦν ἔμπροσθεν ἀναδόσεως ὄχημα, πληρῶσαν
τὴν χρείαν, ὑγρὸν καὶ λεπτὸν ὂν, οἷόν περ τὸ
προειρημένον ὀῤῥῶδες, ἐκ τῶν ἀγγείων εἰς τὴν κύστιν
περιῤῥεῖ. τούτῳ τῷ περιττώματι πόρος μὲν οὐδείς ἐστιν
ἀποτεταγμένος ὑπὸ τῆς φύσεως, ἐκκρίνεται δὲ διά τε τῶν
μαλακῶν σωμάτων φερόμενον, εἰκόντων αὐτοῦ τῇ ῥύμῃ;
καὶ μάλισθ’ ὅταν ὑπὸ πνεύματος ἀθροωτέρου ὁρμήσαντος
ὠθῆται, καὶ μέντοι καὶ διὰ τῶν σμικρῶν ἁπάντων
πόρων, ὧν ἐστι πλῆρες ὅλον τε τὸ σῶμα καὶ σύμπαν τὸ
δέρμα. λέλεκται δ’ ὑπὲρ τῆς γενέσεως αὐτῶν ἐν τοῖς περὶ
κράσεων. τὸ μὲν δὴ λεπτότατον περίττωμα ῥᾳδίως ἐκκρίνεται,
πρός τε τῆς ἐμφύτου θερμότητος εἰς ἰδέαν ἀτμοῦ
λυόμενον, ὑπό τε βιαίας κινήσεως ἀθρόως ἐκρηγνύμενον.
ὀνομάζεται δὲ τὸ μὲν οὕτως ἐκκριθὲν ἱδρώς· τὸ δὲ ἕτερον;
Work
Title: De Sanitate Tuenda
English: On the Preservation of Health
Original: Περὶ τῶν ὑγιεινῶν πραγματεία
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1823
Series: Claudii Galeni Opera Omnia
Volume: 6
Pages: 1-452
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_050.xml [0.9 Mb]