Digital Corpus for Graeco-Arabic Studies

Galen: De Sanitate Tuenda (On the Preservation of Health)

Kühn 1823

οὐδὲν ἔχον ὄνομα, ὅτι οὐδὲ γινώσκεται τοῖς πολλοῖς, ἅτε τὴν ὄψιν ἐκφεῦγον ὑπὸ λεπτότητος, ἄδηλος αἰσθήσει διαπνοὴ κέκληται πρὸς αὐτῶν τῶν φωρασάντων αὐτὸ τῷ λογισμῷ. κατὰ τήνδε τὴν ἄδηλον αἰσθήσει διαπνοὴν ἐκκρίνεταί τι καὶ τοῦ παχυτέρου περιττώματος. ἰσχυροτέρας δὲ δεῖ τῷδε καὶ τῆς ἀγούσης θερμότητος, καὶ τῆς ὠθούσης ῥύμης, ἢ κίνδυνος αὐτῷ στῆναι κατά γε τὸ δέρμα, πρὶν ἐξαφικέσθαι πρὸς τὸ πέρας. ἐκ τούτου τοῦ περιττώματος ἥ τε τῶν τριχῶν ἐδείκνυτο γένεσις, οὐχ ἥκιστα δὲ καὶ ὁ περὶ τοῖς δέρμασιν ἀθροιζόμενος ἅπασι ῥύπος. εἴρηταί μοι σχεδὸν τὰ ἀναγκαῖα ἅπαντα τοῦ λόγου κεφάλαια τῆς τῶν περιττωμάτων γενέσεώς τε ἅμα καὶ κενώσεως, ἀποδεδειγμένα μὲν ἐν ἑτέραις πραγματείαις, ὧν ὀλίγον ἔμπροσθεν ἐμνημόνευσα, μελλήσοντα δ’ ὑπόθεσις ἀναγκαία γενήσεσθαι τοῖς νῦν ἐνεστηκόσι λόγοις. ἐπειδὴ γὰρ ἐκκενοῦσθαι χρὴ ταῦτα, μοχθηρὰ ταῖς ποιότησιν ὑπάρχοντα, κᾂν Ἀσκληπιάδης μὴ βούληται, χρὴ πρῶτον μὲν ἐπίστασθαι τὰς αἰτίας αὐτῶν τῆς ἐπισχέσεως, ἐφεξῆς δὲ πειρᾶσθαι μήτε περιπίπτειν αὐταῖς, εἰ

Work

Title: Galen: De Sanitate Tuenda
English: On the Preservation of Health
Original: Περὶ τῶν ὑγιεινῶν πραγματεία

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1823

Series: Claudii Galeni Opera Omnia

Volume: 6

Pages: 1-452

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_050.xml [0.9 Mb]