De Sanitate Tuenda (On the Preservation of Health)
Kühn 1823
παθημάτων λαμβάνεται, κοινὸς μὲν ἁπάσης ἡλικίας ὑπάρχων,
οὐ μὴν ἴσην γε τὴν δύναμιν ἐν ἁπάσαις ἔχων, ὅτι
μηδὲ τὴν βλάβην ἴσην ἐργάζεται παροφθείς. ὅσοι μὲν γὰρ
ἑτοίμως ἁλίσκονται σκοτώμασιν, ἢ ἐπιληψίαις, ἢ ὀφθαλμίαις
σφοδραῖς, ἢ ὠταλγίαις, οὐ χρὴ τούτους ἐπινεύοντας,
ἢ κατακύπτοντας, ἢ καλινδουμένους χαμαὶ γυμνάζεσθαι.
περιπάτοις δὲ πολλάκις, καὶ δρόμοις μετρίοις, αἰωρήσεσί τε
ἐπὶ τῶν ὀχημάτων ἀκόπως χρῆσθαι. παραπλησίῳ δὲ τρόπῳ
καὶ ὅσοις παρίσθμια ῥᾳδίως, ἢ ἀντιάδες, ἢ συνάγχαι γίνονται,
καὶ ὅσοις γαργαρεὼν ἑτοίμως ῥευματίζεται, καὶ ὅσος οὖλα, καὶ
ὅσοις ὀδόντες, ἢ ὅλως τι τῶν κατὰ τὸν τράχηλόν τε καὶ τὴν
ὅλην κεφαλὴν μορίων. ἡμικρανίᾳ γοῦν ἐνοχλοῦνται πολλοὶ,
καὶ τένοντας ἄλλοι συνεχῶς ἀλγοῦσιν ἐπὶ μικραῖς προφάσεσιν.
ὧν οὐδεὶς ἀνέχεται γυμνασίου πληροῦντος κεφαλὴν,
ἀλλ’ ἔστιν ἅπασιν αὐτοῖς τὰ διὰ τῶν σκελῶν ὠφέλιμα, καθάπερ
γε τοῖς ἀσθενέσι φύσει τὰ σκέλη βελτίω τὰ διὰ
τῶν ἄνω μερῶν γυμνάσια, χειρονομίαι τε καὶ ἀκροχειρισμοὶ,
Work
Title: De Sanitate Tuenda
English: On the Preservation of Health
Original: Περὶ τῶν ὑγιεινῶν πραγματεία
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1823
Series: Claudii Galeni Opera Omnia
Volume: 6
Pages: 1-452
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_050.xml [0.9 Mb]