De Sanitate Tuenda (On the Preservation of Health)
Kühn 1823
τε καὶ ὀφθαλμός. καὶ τοῦτο γίνεται πρὸς τῆς φύσεως ἢ διὰ τὸ κύριον τοῦ μέρους, ἢ διὰ τὴν ἀκρίβειαν τῆς ἐνεργείας, ἢ διὰ πυκνότητα τῶν περιεχόντων σωμάτων. ὁ μὲν γὰρ ἐγκέφαλος οἶκός τίς ἐστιν τῆς λογικῆς ψυχῆς, καὶ στεγανῷ περιλαμβανόμενος ὀστῷ διὰ μεγίστων τε καὶ πλείστων ὀχετῶν ἐκκαθαίρεται, πρῶτον μὲν τῶν κατὰ τὰς ῥῖνάς τε καὶ τὴν ὑπερῴαν, δεύτερον δὲ τῶν καθ’ ἑκάτερον οὖς, καὶ τρίτον τῶν κατὰ τὰς τοῦ κρανίου ῥαφάς· οὐκ ἀπεικὸς δὲ καὶ εἰς τοὺς ὀφθαλμούς τι συῤῥεῖν ἐξ αὐτοῦ. ὁ δὲ ὀφθαλμὸς οὐχ ὡς κύριος ἔτι οὗτός γε, ἀλλ’ ὡς ἀκριβῶς καθαρὸς εἶναι δεόμενος εἰς τὴν τῆς ἐνεργείας ἀκρίβειαν, αἰσθητοῖς τε ἐκκενοῦται πόροις ἅπαν ὅσον ἐν αὐτῷ περίττωμα γεννᾶται, κατά τε τὴν ῥῖνα καὶ κατὰ τὰ βλέφαρα.
Τὰ μὲν οὖν τῶν περιττωμάτων αἴτιά τε καὶ ὄργανα λέλεκται. ὅπως δ’ ἄν τις ταῦτα κατεσχημένα κενώσαι, ἐφεξῆς λεκτέον, ἀρξαμένους αὗθις ἀπὸ τῶν κατὰ τὴν γαστέρα. κοινὸν μὲν οὖν ἐπὶ πάντων παράγγελμα, τὴν
Work
Title: De Sanitate Tuenda
English: On the Preservation of Health
Original: Περὶ τῶν ὑγιεινῶν πραγματεία
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1823
Series: Claudii Galeni Opera Omnia
Volume: 6
Pages: 1-452
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_050.xml [0.9 Mb]