De Sanitate Tuenda (On the Preservation of Health)
Kühn 1823
εἰς δυσκρασίαν ἐκτροπῆς ἡ τῶν ἐναντίων προσφορὰ διαπαντὸς
ἁρμόττει. δραστικώταται γάρ εἰσι καὶ, ὡς ἂν εἴποι
τις, δυναστικώτεραι τῶν καθ’ ὑγρότητα καὶ ξηρότητα δυσκρασιῶν
αἱ τοιαῦται· ῥᾳδίως γοῦν ὑπὸ τῶν ὁμοίων τροφῶν
εἰς νοσώδη δυσκρασίαν ἀφικνοῦνται. ξηρότερον δ’ ἐργασάμενος
ὁτιοῦν τῶν μορίων οὐδέν τι βλάψεις σαφὲς, ὥσπερ
οὐδ’ εἰ φυλάττοις ὑγρότερον. ἐναργέστερον δέ σοι τεκμήριον
καὶ αἱ ἡλικίαι γινέσθωσαν, αἱ μὲν ἀπὸ τῆς πρώτης γενέσεως
ἄχρι τῶν μειρακίων ὑγροτάτην ἔχουσαι τὴν σάρκα,
ξηρὰν δὲ ἱκανῶς αἱ πρεσβυτικαί. μεμνῆσθαι δ’ ἐν τοῖς
τοιούτοις λόγοις χρὴ τῶν εἰρημένων ἐν τοῖς περὶ κράσεων,
ὅπως μή τις ὑπολάβῃ, τοὺς ὑπὸ περιττῶν ὑγρῶν βαρυνομένους
ὑγροὺς γίνεσθαι τὴν κρᾶσιν, ὃ καὶ τοὺς οἰηθέντας,
ὑγρὸν καὶ ψυχρὸν εἶναι τὸ γῆρας, ἐξηπάτησεν. οὐ γὰρ αὐτὰ
τὰ μόρια τοῖς γέρουσιν ὑγρότερα ταῖς κράσεσίν ἐστιν, ἀλλὰ
αἱ μεταξὺ τῶν σωμάτων χῶραι τῆς περιττῆς ὑγρότητος
ἐμπίπλανται γερόντων τε καὶ νοσούντων νόσους ὑγράς.
Work
Title: De Sanitate Tuenda
English: On the Preservation of Health
Original: Περὶ τῶν ὑγιεινῶν πραγματεία
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1823
Series: Claudii Galeni Opera Omnia
Volume: 6
Pages: 1-452
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_050.xml [0.9 Mb]