Digital Corpus for Graeco-Arabic Studies

Galen: De Bonis Malisque Sucis (On Good and Bad Juices)

Kühn 1823

δὲ καὶ συμπτώματα μετὰ τῶν πυρετῶν, καὶ μάλιστα τοῖς ἀποθανοῦσιν, ἐγένοντο βλάβην τῆς διανοίας ἐπιφέροντα σὺν ἀγρυπνίαις καὶ καταφοραῖς. οὐδὲν δὲ θαυμαστὸν, ἐναντίοις ἁλῶναι νοσήμασί τε καὶ συμπτώμασι τοὺς τότε νοσήσαντας, αὐτούς τε διαφέροντας ἀλλήλοις οὐ ταῖς φύσεσι μόνον ἢ ταῖς ἡλικίαις, ἀλλὰ καὶ ταῖς ἔμπροσθεν διαίταις, ἐναντίαν τε δύναμιν ἐχούσας ἐδηδοκότας ἐν τῷ λιμῷ τροφάς. ἤσθιον μὲν γὰρ ἅπαντες ὧν ηὐπόρουν· ἀνομοίου δὲ τῆς εὐπορίας οὔσης, ἔνιοι μὲν ὀξεῖς, ἢ δριμεῖς, ἢ ἁλυκοὺς, ἢ πικροὺς ἔχοντα χυμοὺς ἐδέσματα προσηνέγκαντο, τινὲς δ’ αὐστηροὺς, ἢ στρυφνοὺς, ἢ ψύχοντας σαφῶς, ἢ ὑγροὺς ἱκανῶς, ἢ γλίσχρους, ἢ φαρμακώδεις. οἶδα γοῦν ἐνίους μὲν αὐτίκα διὰ μυκήτων ἐδωδὴν ἀποθανόντας, ἐνίους δὲ διὰ κωνείων, ἢ ναρθήκων, οὐκ ὀλίγους δ’ ἐξ αὐτῶν μόλις διασωθέντας. ἅπασι μὲν οὖν τοῖς ἄλλοις ἀνθρώποις ἐναργῶς ἐφαίνετο τῷ λογισμῷ σκοπουμένοις, ὥσπερ ἐκτὸς πολυειδεῖς μὲν ἑλκώσεις ἐγένοντο, ποικίλα δὲ ὄγκων εἴδη φλεγμονωδῶν τε καὶ οἰδηματωδῶν,

Work

Title: Galen: De Bonis Malisque Sucis
English: On Good and Bad Juices
Original: Περὶ εὐχυμίας καὶ κακοχυμίας τροφῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1823

Series: Claudii Galeni Opera Omnia

Volume: 6

Pages: 749-815

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_052.xml [135 Kb]