Digital Corpus for Graeco-Arabic Studies

Galen: De Bonis Malisque Sucis (On Good and Bad Juices)

Kühn 1823

κακίας τε καὶ βλάβης ὁ προειρημένος οἶνος ἐλευθεροῖ τὸν ἄνθρωπον, ἐκ μὲν τοῦ παραχρῆμα τῷ τῆς ἐπικράσεως λόγῳ, μετὰ βραχὺ δὲ καὶ τῷ ῥωσθεῖσαν τὴν κοιλίαν ὠθεῖν ἀφ’ ἑαυτῆς κάτω τὰ λυποῦντα. ταῖς μέντοι θερμαῖς πάνυ κράσεσι τῶν ἀνθρώπων, ἢ διὰ φύσιν, ἢ διὰ ἡλικίαν, ὠφελιμώτερον οἴνου ποτὸν ὕδωρ ἐστίν· εἰ δέ ποτε καὶ δεήσειεν οἴνου, τό τε λεπτὸν καὶ μετρίως αὐστηρὸν αὐτοῖς διδόναι. κατὰ δὲ τὸν αὐτὸν τρόπον ἐπὶ πάντων ἐδεσμάτων τε καὶ πομάτων οὐχ ἁπλῶς ἑκάστῳ χρῆσθαι βέλτιον, ἀλλὰ μετὰ τοῦ διορίσασθαι τὰς φύσεις τῶν χρησομένων. ἔστι δὲ μεγίστη μὲν ἐν τοῖς οἴνοις διαφορὰ, κατ’ εἴδη σκοπουμένων ἡμῶν, ὡς διῄρηται, βραχεῖα δ’ ἐν τοῖς ἄλλοις· οὐ γὰρ ἂν εὕροις ποτε φακῆν ἢ κράμβην ὑγραίνουσαν, ἀλλ’ ἧττον μὲν ἑτέραν ξηραίνουσαν, ὑγραίνουσαν δ’ οὐδεμίαν. ἔτι δὲ μᾶλλον οὐκ ἂν εὕροις τι γένος κρομμύων, ἢ πράσων, ἢ σκορόδων ψῦχον, ἀλλ’ ἧττόν τε καὶ μᾶλλον θερμαῖνον· οὐκ οὖν οὐδὲ θριδακίνην θερμαίνουσαν, οὐδ’ ἀτράφαξυν, ἢ βλίτον, ἢ ἀνδράχνην. οὐ μὴν οὐδὲ τὸ μᾶλλον καὶ ἧττον ἐν αὐτοῖς

Work

Title: Galen: De Bonis Malisque Sucis
English: On Good and Bad Juices
Original: Περὶ εὐχυμίας καὶ κακοχυμίας τροφῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1823

Series: Claudii Galeni Opera Omnia

Volume: 6

Pages: 749-815

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_052.xml [135 Kb]