De Bonis Malisque Sucis (On Good and Bad Juices)
Kühn 1823
γυμναζόμενον αὐτάρκη πρὸ τῶν σιτίων, ἐὰν καὶ πλεονάζῃ
ποτὲ κατὰ τὰ παχύχυμα τῶν ἐδεσμάτων, ὁποῖόν ἐστιν,
ὡς ἔφην, ὅ τε χόνδρος καὶ τὸ χοίρειον κρέας, οἵ τ’ ἰπνῖται
τῶν ἄρτων, ἢ κριβανῖται, οὐ πάνυ δ’ ἀκριβῶς οὔτε προπαρεσκευασμένοι
τῇ λελεγμένῃ μικρὸν ἔμπροσθεν κατασκευῇ,
κατά τε τὸν κλίβανον ἐνδεῶς ὠπτημένοι. τὴν δ’ αὐτὴν ἔχει
τῷ χόνδρῳ φύσιν ὁ καλούμενος τράγος, ἐκ τῶν σιτηρῶν
τροφῶν καὶ αὐτὸς ὑπάρχων, δυσκατεργαστότερός γε μὴν ἐν
τῇ κατὰ τὴν γαστέρα πέψει ἐστὶ τοῦ χόνδρου. παραπλησίαν
δὲ τούτοις δύναμιν ἔχει καὶ ἡ τῶν ὠῶν φύσις, ἀλλὰ διορισμῶν
πολλῶν δεομένη, καθάπερ καὶ τὸ γάλα. προϊόντος δὲ τοῦ
λόγου διδαχθήσεται μετ’ ὀλίγον ἀκριβῶς πᾶσα. πρότερον
γὰρ, ὥσπερ τούτων ἐμνημόνευσα, τὸν οἷον τύπον ὑπογράφων
τῶν εὐχύμων τε καὶ κακοχύμων ἅμα γλισχρότητι τροφῶν,
οὕτως καὶ τῶν συμμέτρως ἐχουσῶν βούλομαι μνημονεῦσαι,
μέσον οὐσῶν τῇ φύσει τῶν παχυνόντων ἐδεσμάτων καὶ τῶν
λεπτυνόντων, ὑπὲρ ὧν ἑτέρωθι διῆλθον ἐν ἑνὶ γράμματι
Work
Title: De Bonis Malisque Sucis
English: On Good and Bad Juices
Original: Περὶ εὐχυμίας καὶ κακοχυμίας τροφῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1823
Series: Claudii Galeni Opera Omnia
Volume: 6
Pages: 749-815
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_052.xml [135 Kb]