Digital Corpus for Graeco-Arabic Studies

Galen: De Bonis Malisque Sucis (On Good and Bad Juices)

Kühn 1823

ἐστὶν αἵματος, ἐάν τ’ εἰς τραῦμά τι, ἐάν τ’ εἰς κοιλίαν ἤ τι τῶν ἐντέρων συῤῥυῇ. καὶ γὰρ ἐκλύονται καὶ καταψύχονται καὶ μικρόσφυκτοι καὶ κακόσφυκτοι γίνονται. καὶ μέντοι καὶ σηπεδόνος ἐπιγενομένης ἐν τάχει κατὰ τὰ πλησιάζοντα τῶν ὑγιεινῶν μορίων αἴτιον γίνεται τὸ θρομβωθὲν ἐν τραύμασιν αἷμα. διὰ τίνα μὲν οὖν αἰτίαν ὁ πάντων ἡμῖν τῶν χυμῶν οἰκειότατος, ὅταν ψυχθῇ, τηλικούτων ἡμῖν παθημάτων αἴτιον γίνεται, ζητήσεως οὐ σμικρᾶς ἄξιον· ἐναργῶς γε μὴν ἔστι κᾀκ τούτου γνῶναι, πηλίκην ἔχουσι δύναμιν αἱ τῶν μοχθηρῶν χυμῶν ποιότητες, ὧν ὥσπερ τινὸς μικροῦ καταφρονοῦσιν ἔνιοι τῶν νῦν ἰατρῶν, ἑπόμενοι τοῖς πρώτοις πλασαμένοις οὕτω γινώσκειν. τὸ γοῦν γάλα πίνουσί τινες ἐπεμβάλλοντες, ἕνεκα τοῦ μὴ τυρωθῆναι κατὰ τὴν γαστέρα, μέλιτός τε καὶ ὕδατος καὶ τρίτου τῶν ἁλῶν. ἄριστον δ’ εἰς εὐχυμίαν γάλα τὸ τῶν εὐεκτικῶν ζώων ἐστὶν, ὅταν ἀμελχθῇ, πινόμενον εὐθέως. τὸ δὲ ἑψηθὲν ἐπὶ πλέον παχύχυμον ἱκανῶς γίγνεται, καὶ μᾶλλον ὅταν ἄλευρον πύρινον ἢ κέγχρον ἢ ἄμυλον ἑψήσῃς μετ’ αὐτοῦ. τυροὶ δὲ παχύχυμοι

Work

Title: Galen: De Bonis Malisque Sucis
English: On Good and Bad Juices
Original: Περὶ εὐχυμίας καὶ κακοχυμίας τροφῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1823

Series: Claudii Galeni Opera Omnia

Volume: 6

Pages: 749-815

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_052.xml [135 Kb]