Digital Corpus for Graeco-Arabic Studies

Galen: De Bonis Malisque Sucis (On Good and Bad Juices)

Kühn 1823

καὶ οὗτοί τισιν ἤνεγκαν ἀπεπτηθέντες. ὑπὸ δὲ τῆς τῶν ἄλλων μυκήτων ἐδωδῆς ἔνιοι μὲν ἀπέθανον, ἔνιοι δὲ ἐγγὺς ἧκον θανάτου, διαῤῥοίαις ἢ χολέραις ἁλόντες, ἢ πνιγῆναι κινδυνεύσαντες. ἠρέμα δὲ παχύχυμόν ἐστι τὸ καλούμενον ὕδνον, οὐ μὴν κακόχυμόν γε. τῆς δ’ αὐτῆς ἰδέας ἐστὶ καὶ τὸ ἄμυλον. ἐπὶ πλέον δ’ αὐτῶν ἐστι παχύχυμον, οὐδ’ αὐτὸ κακόχυμον, ὁ κῶνος καλούμενος· ὀνομάζουσι δ’ οἱ παλαιοὶ καὶ στροβίλους αὐτόν. ἐκ δὲ τῶν παχυχύμων ἐστὶ καὶ ἧπαρ καὶ νεφροὶ καὶ ὄρχεις. ἀλλὰ τὸ μὲν ἧπαρ οὐκ ἔστι κακόχυμον, οἱ νεφροὶ δὲ καὶ ὄρχεις οὐκ εὔχυμοι πλὴν τῶν ἐν τοῖς ἀλεκτρυόσι, καὶ μᾶλλον ὅταν σιτισθῶσιν, ὥσπερ γε καὶ τὸ ἧπαρ τῶν ὑῶν, ὅταν ἰσχάδα ἐσθίωσιν, ὃ καλοῦσι συκωτόν. ὁ δὲ σπλὴν ἐπὶ μὲν τῶν ἄλλων ζώων ἱκανῶς κακόχυμός τε καὶ μελαγχολικὸς, ἐπὶ δὲ τῶν ὑῶν ἧττόν ἐστι τοιοῦτος. ἥ γε μὴν καρδία σκληροτέραν τε καὶ ἰνωδεστέραν ἔχει τὴν οὐσίαν τῶν ἄλλων σπλάγχνων. φαίνεται γὰρ ἐπ’ ἐκείνων μὲν ἐν τῷ μεταξὺ τῶν ἀγγείων οὐσία τις αἵματος πεπηγότος, ἐπὶ δὲ τῆς καρδίας ἶνες φαίνονται στερεαὶ πολλαὶ μακραὶ, καθάπερ

Work

Title: Galen: De Bonis Malisque Sucis
English: On Good and Bad Juices
Original: Περὶ εὐχυμίας καὶ κακοχυμίας τροφῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1823

Series: Claudii Galeni Opera Omnia

Volume: 6

Pages: 749-815

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_052.xml [135 Kb]