De Bonis Malisque Sucis (On Good and Bad Juices)
Kühn 1823
ἐν τοῖς μυσὶν, αἷς περιπέπηγεν ἡ σαρκώδης οὐσία. διό
τινες αὐτὴν ἐν τῷ γένει τῶν μυῶν τάττουσιν, ὧν ἡ οὐσία τὸν
ὄγκον ἐργάζεται τοῦ σώματος ἡμῶν ἅπαντα καὶ τὴν ὀνομαζομένην
κυρίως σάρκα, τὴν ἐπὶ τῶν ἱερείων ἐσθιομένην. ἀλλ’
αἱ μὲν ἀρχαὶ τῶν μυῶν, ἃς δὴ καὶ κεφαλὰς αὐτῶν ὀνομάζουσι,
νευρωδέστεραί πώς εἰσιν, ἐκ τῶν ὀστῶν, ὅθεν ἄρχονται,
συνδέσμους ἐκπεφυκότας ἐνδιασπειρομένους αὐταῖς ἔχουσαι·
κατὰ δὲ τὰς τελευτὰς οἱ καλούμενοι τένοντες ἀποφύονται.
καὶ κατὰ τοῦτο νευρωδέστερα τὰ πέρατα τῶν μυῶν εἰσιν
ἑκάτερα, καθάπερ τὸ μέσον ἅπαν σαρκῶδες, ὃ δὴ καὶ τροφιμώτατόν
ἐστι καὶ καλεῖται σὰρξ ὑπὸ τῶν ἀνθρώπων, οὐχ
ὁρώντων αὐτῶν τὰς ἶνας ὑπὸ λεπτότητος, αἳ ἐκ τῶν συνδέσμων
καὶ τῶν νεύρων εἰς αὐτὴν διασπειρομένων ἐγένοντο.
κᾀπειδὴ τοῦτο σάρκα καλεῖν ἔφθασαν, εἰκότως ὀνομάζουσι
μῦν τήν τ’ ἀρχὴν καὶ τὴν τελευτὴν αὐτοῦ μόνας. ἔχει δὲ
οὐχ οὕτως, ἀλλ’ ὅλως μὲν ὁ μῦς κατὰ μίαν ἰδίαν περιγραφὴν
ὁρᾶται χωριζόμενος ἀπὸ τῶν ἄλλων, ἐνεργεῖ δέ τινα μίαν
ἐνέργειαν ἐκ τῶν προαιρετικῶν κινήσεων· οὕτως γὰρ ὀνομάζουσιν
Work
Title: De Bonis Malisque Sucis
English: On Good and Bad Juices
Original: Περὶ εὐχυμίας καὶ κακοχυμίας τροφῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1823
Series: Claudii Galeni Opera Omnia
Volume: 6
Pages: 749-815
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_052.xml [135 Kb]