Digital Corpus for Graeco-Arabic Studies

Galen: De Bonis Malisque Sucis (On Good and Bad Juices)

Kühn 1823

εὐεκτοῦν εἴη, καὶ ἡ ἐξ αὐτῶν τροφὴ πολλή τε ἅμα καὶ εὔχυμος γίνεται. καὶ γάρ τοι καὶ τοῦτο τῶν κοινῶν ὂν ἄμεινον ἅπαξ ἀκούσαντά σε πρόχειρον ἔχειν τῇ μνήμῃ. γέγραπται γοῦν ὑπὸ πάντων ἰατρῶν περὶ γάλακτος, ὡς εὐχυμότατον εἴη. καὶ διὰ τοῦτό τινες ἡγοῦνται τοὺς ἐν πνεύμονι ἴσχοντας ἕλκος ὑπὸ μόνου τούτου θεραπεύεσθαι, πρὸ τοῦ μέγα δηλονότι καὶ τυλῶδες αὐτὸ γενέσθαι. τὸ δὲ τῆς γυναικὸς, ὡς ἂν οἰκεῖόν τε καὶ ἐκ τῆς αὐτῆς φύσεως ἡμῖν ὑπάρχον, ἐπαινοῦσι πρὸ τῶν ἄλλων εἰς τὰ φθινώδη πάθη. καὶ ἄλλοι μέν τινες ἰατροὶ, καὶ μάλιστα Εὐρυφῶν τε καὶ Ἡρόδοτος, ἀξιοῦσί γε θηλάζειν, ὥσπερ τὰ παιδία τὴν γυναῖκα, τοὺς οὕτως ἔχοντας· ἐκπεσὸν γὰρ τῶν τιτθῶν εὐθέως ἀποβάλλει τι τῆς οἰκείας ἀρετῆς. εὔδηλον οὖν, ὅτι πάντων ἐδεσμάτων ὡς εὐχυμότατον προκέκριται, μάλιστα μὲν ὑπὸ τούτων, οὐχ ἥκιστα δὲ καὶ τῶν ἄλλων ἰατρῶν. ὃ δὲ κοινὸν ἔφην, οὐκ ἐπὶ τῷδε μόνον, ἀλλὰ καὶ πολλοῖς ἄλλοις ἐδέσμασι γινώσκειν χρῆναι, τοῦτο δὴ καὶ λέξω. τῶν μὲν εὐεκτικῶν ζώων

Work

Title: Galen: De Bonis Malisque Sucis
English: On Good and Bad Juices
Original: Περὶ εὐχυμίας καὶ κακοχυμίας τροφῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1823

Series: Claudii Galeni Opera Omnia

Volume: 6

Pages: 749-815

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_052.xml [135 Kb]