Digital Corpus for Graeco-Arabic Studies

Galen: De Bonis Malisque Sucis (On Good and Bad Juices)

Kühn 1823

χιτῶνες αὐτῶν, ἑτέρας δὲ οἱ μύες, ἄλλης δὲ τὸ κρυσταλλοειδὲς καὶ τὸ ὑαλοειδές. ἐξ αὐτῶν δὲ οἱ μύες εὐπεπτότατοι μόνοι τῶν ἐπιτήδειον εἰς εὐχυμίαν τὴν φύσιν ἐχόντων ζώων, οἷοί περ οἱ σύμμετροι κατὰ τὴν ἡλικίαν ὕες. εἶεν δ’ ἂν οὗτοι τοῖς μὲν ἀκμάζουσιν ἀνθρώποις καὶ γυμναζομένοις οἱ τέλειοι, τοῖς δὲ παρακμάζουσιν οἱ ἔτ’ αὐξανόμενοι τῶν δὲ πάνυ σμικρῶν χοίρων ἡ σὰρξ περιττωματική. ἀρίστης δὲ τῆς τῶν ὑῶν οὔσης ἐδωδῆς ἐν τοῖς πεζοῖς ζώοις, ἐφεξῆς ἐστιν ἡ τῶν ἐρίφων, καὶ μετὰ ταύτην ἡ τῶν μόσχων. ἡ δὲ τῶν ἀρνῶν σὰρξ ὑγρὰ καὶ γλίσχρα καὶ βλεννώδης ἐστί. τῶν δ’ ἄλλων πεζῶν ζώων τῆς ἐδωδῆς ἀπέχεσθαι κελεύω τὸν εὐχυμίας προνοούμενον. ἡ δὲ κατ’ εἶδος ἐν αὐτοῖς διαφορὰ κατὰ τὸ τρίτον εἴρηται περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων.

Ἐν δὲ τοῖς Δημητρίοις σπέρμασιν ἄριστον εἰς εὐχυμίαν ἔδεσμα καλῶς ἑψημένη πτισάνη. συνενδείκνυται δ’ ὁ λόγος οὗτος, ὅτι ἀρίστην εἶναι χρὴ καὶ τὴν κριθήν. οὐ γὰρ ἕψεται καλῶς ἡ πτισάνη, μὴ τοιαύτης οὔσης

Work

Title: Galen: De Bonis Malisque Sucis
English: On Good and Bad Juices
Original: Περὶ εὐχυμίας καὶ κακοχυμίας τροφῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1823

Series: Claudii Galeni Opera Omnia

Volume: 6

Pages: 749-815

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_052.xml [135 Kb]