Digital Corpus for Graeco-Arabic Studies

Galen: De Bonis Malisque Sucis (On Good and Bad Juices)

Kühn 1823

μὲν πρότερον, ὅθεν εἴη τεθηρευμένον, μετὰ δὲ ταῦτα τῇ ὀσμῇ καὶ τῇ γεύσει τὴν διάγνωσιν αὐτῶν ποιεῖσθαι. καὶ γὰρ δυσώδεις καὶ ἀηδεῖς καὶ βλεννώδεις, ὅσοι τὴν δίαιταν ἔσχον ἐν ὕδατι μοχθηρῷ· καὶ μέντοι καὶ λίπος αὐτοῖς ὑπάρχει πολὺ πλέον ἤπερ τοῖς ἄλλοις, καὶ σήπονται ταχέως. οἱ δ’ ἐν θαλάττῃ καθαρᾷ διαιτώμενοι τήν τε ὀδμὴν ἄμεμπτον ἔχουσι καὶ τὴν γεῦσιν ἡδεῖαν, τό τε λίπος ὀλίγιστον, ἢ οὐδ’ ὅλως, ἐξαρκοῦσί τε πλέονι χρόνῳ μὴ σηπόμενοι, καὶ μάλισθ’ ὅταν αὐτοῖς τις περιβάλλῃ χιόνος. κατὰ ταῦτα μὲν οὖν καὶ κρείττους οἱ σκληρότεροι γίνονται ψαθυρωτέραν ἴσχοντες τὴν σάρκα τοῖς πετραίοις τε καὶ τοῖς ὀνίσκοις ὁμοίως· ὃ γὰρ τούτοις ὑπάρχει φύσει, τοῦτο τοῖς σκληροσάρκοις ἐκ τῆς χιόνος προσγίνεται. διὰ τοῦτ’ οὖν ἐναντιωτάτην ἔχουσιν οὐσίαν τῆς σαρκὸς οἵ τ’ ἐκ θαλάττης καθαρᾶς κέφαλοι καὶ οἱ κατὰ τὸ μοχθηρὸν ὕδωρ διαιτώμενοι· παραπλησίως δ’ αὐτοῖς καὶ οἱ κωβιοὶ καὶ οἱ λάβρακες, ἔτι τε τούτων μᾶλλον οἱ ἄλλοι. καὶ σμύραιναι δὲ φαυλόταται γίνονται κατὰ τὰ τοιαῦτα τῶν ὑδάτων. ἡ δ’ ἔγχελυς οὐδ’ ὅλως εὔχυμον ἔδεσμα, κᾂν ἐξ ὕδατος ᾖ καθαροῦ, μήτοι γε δὴ τοῦ πόλιν ἐκκαθαίροντος,

Work

Title: Galen: De Bonis Malisque Sucis
English: On Good and Bad Juices
Original: Περὶ εὐχυμίας καὶ κακοχυμίας τροφῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1823

Series: Claudii Galeni Opera Omnia

Volume: 6

Pages: 749-815

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_052.xml [135 Kb]