Digital Corpus for Graeco-Arabic Studies

Galen: De Bonis Malisque Sucis (On Good and Bad Juices)

Kühn 1823

ὡσαύτως δὲ γλισχρότητός τε καὶ τῶν ἐναντίων αὐτῇ· κραυρότητα δὲ λέγω καὶ ψαθυρότητα. ὑπάρχει δὲ κραυρότης μὲν τοῖς σκληροῖς τε καὶ ξηροῖς ἱκανῶς, ψαθυρότης δὲ τοῖς μαλακοῖς τε καὶ μέσοις καθ’ ὑγρότητά τε καὶ ξηρότητα· κοινὸν δ’ ἀμφοῖν τὸ μηδὲν ἔχειν γλίσχρον. διαγνωστικὸν οὖν εἶναι προσήκει τὸν ὀρθῶς χρησόμενον ταῖς τροφαῖς, πρῶτον μὲν τῆς κατ’ ἀραιότητά τε καὶ πυκνότητα τοῦ δέρματος ἐν τοῖς ἀνθρώποις διαφορᾶς, ἐφεξῆς δ’ αὐτῇ τῆς ὅλης τοῦ σώματος κράσεως, εἶθ’ ἑξῆς εἰ σώζει πάντα τὰ μόρια τοῦ σώματος τὴν οἰκείαν κρᾶσιν. ἐνίοτε μὲν γὰρ ἡ κεφαλή ἐστι θερμοτέρα τοῦ προσήκοντος, ἡ γαστὴρ δὲ ψυχροτέρα, πολλάκις δὲ τοὐναντίον ἡ γαστὴρ μὲν θερμοτέρα, ψυχροτέρα δ’ ἡ κεφαλή· καὶ τἄλλα μόρια πάνθ’ ὡσαύτως. ἡ μὲν οὖν ἄλλη πᾶσα θεραπευτική τε καὶ ὑγιεινὴ μέθοδος ἁπάντων ὁμοτίμως ἐστόχασται, τὰ δὲ κατὰ τὰς τροφὰς ἐξαίρετον μὲν ἔχει καὶ πρῶτον σκοπὸν, ὅπως ἄριστα πεφθήσεται, δεύτερον δὲ ἐπὶ τῷδε, τὸν ἀναδοθησόμενον ἐκ τῆς πεφθείσης τροφῆς χυμὸν ἐπιτήδειον εἷναι τῇ κράσει τῶν ἄλλων μορίων. ἀναγκαία

Work

Title: Galen: De Bonis Malisque Sucis
English: On Good and Bad Juices
Original: Περὶ εὐχυμίας καὶ κακοχυμίας τροφῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1823

Series: Claudii Galeni Opera Omnia

Volume: 6

Pages: 749-815

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_052.xml [135 Kb]