Digital Corpus for Graeco-Arabic Studies

Galen: De Bonis Malisque Sucis (On Good and Bad Juices)

Kühn 1823

ἀναγκαῖόν ἐστι τῶν πολυτρόφων ἐδεσμάτων, ἃ παχεῖς γεννᾷ χυμούς. ἀλλὰ μετρίως τε τοῦτο πρακτέον, ἐν ἐκείνοις τε τοῖς καιροῖς, ὁπότε σαφῶς ἐνδείας αἰσθάνονται· τὸν δὲ ἄλλον χρόνον ἅπαντα τοῖς μέσοις ἐδέσμασι τῶν ὀλιγοτρόφων καὶ πολυτρόφων χρηστέον.

Ἀφεκτέον μὲν ἀεὶ τῶν κακοχύμων, πλὴν εἴποτε δέοι κάμνοντας ὥρᾳ θέρους θεραπεύεσθαι τήν τε ξηρότητα καὶ τὴν θερμασίαν ὅλου τοῦ σώματος. ἐπιτήδεια γὰρ ἐν ἐκείνῳ τῷ καιρῷ καὶ μῆλα, καὶ κοκκύμηλα, καὶ μόρα, καὶ κεράσια προσληφθέντα. καὶ σικύου δὲ καὶ πέπονος οὐ πολὺ προσενέγκασθαι τηνικαῦτα, καὶ μηλοπέπονος, ἔτι τε τῶν πραικοκίων ὀνομαζομένων ἢ Περσικῶν ἐγχωρεῖ, καθάπερ γε καὶ τῆς καλουμένης παρὰ Ῥωμαίοις μέλκης ἐψυχρισμένης, ἀφρογάλακτός τε καὶ τῶν διὰ γάλακτος ἐδεσμάτων, ὁποῖόν ἐστι καὶ τὸ καλούμενον ἀργιτρόφημα· καὶ σῦκα δὲ ὁμοίως ψυχρὰ καὶ κολόκυνθαι τοῖς οὕτω διακειμένοις ἐπιτήδειοι. σωφροσύνην δ’ ἀσκῶν ἄνθρωπος ἑτέρῳ τρόπῳ τὸν ἐπὶ τοῖς εἰρημένοις καμάτοις αὐχμὸν τοῦ

Work

Title: Galen: De Bonis Malisque Sucis
English: On Good and Bad Juices
Original: Περὶ εὐχυμίας καὶ κακοχυμίας τροφῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1823

Series: Claudii Galeni Opera Omnia

Volume: 6

Pages: 749-815

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_052.xml [135 Kb]