Digital Corpus for Graeco-Arabic Studies

Galen: De Bonis Malisque Sucis (On Good and Bad Juices)

Kühn 1823

σώματος ὑγραίνειν τε καὶ ψύχειν δύναται. παραγενόμενος γὰρ ἀπὸ τοῦ βαλανείου, καὶ προπιὼν ὕδατος μὲν πρῶτον, εἶτ’ οἴνου μετρίως ὑδαροῦς, ἐμέσας τε πᾶν ὃ ἔπιε, θριδακίνης μὲν πρῶτον, ἀβλαβοῦς τε ἅμα καὶ ψύχοντος λαχάνου, προσενέγκασθαι δύναται, μετὰ ταῦτα δὲ δι’ ὄξους τε καὶ γάρου ποδὸς ὑείου καλῶς ἑψημένου, καὶ πτερῶν ἀλεκτορίδος, ἢ χηνὸς, ἢ καὶ τῆς γαστρὸς αὐτοῦ, καί τινος ἰχθύος τηγανιστοῦ τῶν ἁπαλοσάρκων, εἰ δὲ βούλοιτο, καὶ λαχανώδους τινὸς ἅψασθαι τῶν μὴ κακοχύμων, ὁποῖόν ἐστι μαλάχη τε καὶ κολόκυνθα, μετὰ ταῦτα δὲ πιεῖν οἶνον ὕδατι ψυχρῷ πάνυ κεκραμένον. ἅπτεσθαι δὲ καὶ ταρίχου πρὸ τούτου, καὶ τῶν ὀνομαζομένων τρομητῶν ὠῶν, ἰχθύων δὲ δι’ ἐλαίου καὶ γάρου λαμβανομένων ἐγχωρεῖ. βέλτιον γὰρ, ὡς ἔφην, ὕδατι ψυχρῷ τὴν ξηρὰν θερμότητα τοῦ σώματος ἰάσασθαι, φεύγοντας ἀεὶ τὰ κακόχυμα τῶν ἐδεσμάτων. καὶ χόνδρος δὲ ψυχρὸς ἐξ οἰνομέλιτος καὶ οἴνου ψυχροῦ τὴν αὐτὴν τοῦ σώματος ἰᾶται διάθεσιν ἄνευ κακοχυμίας. ἐμοὶ δ’ ἤρκεσε πολλάκις ἐν τοιαύτῃ διαθέσει γενομένῳ πτισάνης χυλῷ χρήσασθαι καλῶς ἐψυχρισμένῳ κατ’ ἐκεῖνον τὸν

Work

Title: Galen: De Bonis Malisque Sucis
English: On Good and Bad Juices
Original: Περὶ εὐχυμίας καὶ κακοχυμίας τροφῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1823

Series: Claudii Galeni Opera Omnia

Volume: 6

Pages: 749-815

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_052.xml [135 Kb]